τί δ’ ἐμποδὼν ἦν ἀνθρώπους καθάπερ φασὶ πρότερον καὶ νῦν βλαστάνειν; οὕτως καὶ ἡ γῆ γεγήρακεν, ὡς διὰ χρόνου μῆκος ἐστειρῶσθαι δοκεῖν; ἀλλ’ ἐν ὁμοίῳ μένει νεάζουσα ἀεί, διότι τετάρτη μοῖρα τοῦ παντός ἐστι καὶ ἕνεκα τῆς τοῦ ὅλου διαμονῆς ὀφείλει μὴ φθίνειν, ἐπεὶ καὶ τὰ ἀδελφὰ στοιχεῖα αὐτῆς ὕδωρ ἀήρ τε καὶ πῦρ ἀγήρω διατελεῖ. πίστις δὲ ἐναργὴς τῆς ἀδιαστάτου καὶ ἀιδίου περὶ γῆν ἀκμῆς τὰ 1 ἕδει] εἴδει U καθωρισμένα U 2 ἐγέννησεν M; ἐπενόησε coni. Mang. 3 δὲ M 4 ταῖς] τοῖς Η δὲ M ἀνωτάτω] ἄνω conicio βαθμῶν MU: βαθμὸς HP (Turu.) 6 παρισχυούσης M ἀποδίδωσιν ἀσθενεῖ Bernays: ἀποδιδοὺς ἐν ἀσθενεῖ MHP, ἀποδιδοὺς εὐσαθενεῖ U; ἀποδίδωσιν coni. iam Mang. 7 ἐξ ἀρχῆς ἠγνοηκότων scripsi: ἐξηγνοηκότων UHP (ἐξ ἠγνοηκότων Turn.), ἠγνοηκότων Μ; in ἐξ latere fortasse ἐκ γῆς putavit Diels 10 δὲ om. U τῶν ὅλων M: τῶν om. UHP (Turn.) 13 ἁρμόττον ἐνόμιζεν MU: ἐνόμιζεν ἐνόμιζεν HP (v) 14 γινόμενος HP: γενόμενος MU ἀλλ’ oni. L (Turn.) 16 μηδὲ] οὐδέ conicio; μηδὲ μείωσιν προσεῖναι εὔλογον coni. Wendl. post πρόσεστι spat. c. litt. in M; ἔμπαλιν suppl. Cumont, εἰκότως Bernays (Diels) μὲν γὰρ M (Mang. Bernays): μὲν οὗν UHP (Turn. Cumont) μέχρι (sed με in ras.) P 17 ἄχρι γήρως MU: ἄχρι καὶ γήρως HP (v) 19 ἐπιγίνεσθαι P 20 οὕτως MU: οὕτω HP: οὔπω V (Turn.) 21 μένε] μέμεινε Η 22 ἐστιν Η 22. 23 φθίνειν HP: φθάνειν MU 24 δ’ U 7 sqq. cf. Bernays, Theophrastos Schrift uber Frommigkeit p. 43. φυόμενα· καθαρθεῖσα γὰρ ἢ ποταμῶν ἀναχύσεσιν, ὥσπερ φασὶν Αἴγυπτον, ἢ τοῖς ἐτησίοις ὄμβροις τὸν ἐκ τῆς φορᾶς κάματον ὑπανίεται καὶ χαλᾶται, κἄπειτα διαναπαυσαμένη τὴν οἰκείαν δύναμιν ἀνακτᾶται μέχρι παντελοῦς ῥώμης, εἶτ’ ἄρχεται πάλιν τῆς τῶν ὁμοίων γενέσεως τροφὰς ἀφθόνους ἁπάσαις ζῴων ἰδέαις ἀναδιδοῦσα. παρ’ ὅ μοι δοκοῦσιν οὐκ ἀπὸ σκοποῦ ποιηταὶ Πανδώραν αὐτὴν ὀνομάσαι, πάντα δωρουμένην [καὶ] τὰ πρὸς ὠφέλειαν καὶ ἡδονῆς ἀπόλαυσιν οὐ τισὶν ἀλλὰ πᾶσιν ὅσα ψυχῆς μεμοίραται. εἰ γοῦν τις ἔαρος ἀκμάσαντος πτερωθεὶς ἀρθείη μετάρσιος καὶ κατίδοι τήν τε ὀρεινὴν καὶ πεδιάδα, τὴν μὲν εὔχορτον καὶ χλοηφόρον πόας καὶ χιλὸν κριθάς τε καὶ πυροὺς καὶ μυρίας ἄλλας σπαρτῶν φύσεις ἀναδιδοῦσαν, ἅς τε γεωργοὶ κατεβάλοντο καὶ ἃς ἀπαυτοματίζουσα ἡ τοῦ ἔτους ὥρα παρέχεται, τὴν δὲ κλάδοις καὶ φυλλάσι κατάσκιον, οἷς ἐπικοσμεῖται τὰ δένδρα, καὶ καρπῶν περιπληθεστάτην, οὐχὶ τῶν πρὸς ἐδωδὴν μόνον ἀλλὰ καὶ οἷς πόνους ἀκεῖσθαι συμβέβηκεν — ὁ μὲν γὰρ τῆς ἐλαίας καρπὸς σώματος κάματον ἰᾶται, ὁ δὲ τῆς ἀμπέλου ποθεὶς μετρίως ἐπιχαλᾷ τὰς σφοδρὰς ὀδύνας ψυχῆς —, ἔτι δὲ τὰς ἀπὸ τῶν ἀνθέων ἀναφερομένας εὐωδεστάτας αὔρας καὶ τὰς τῶν χρωμάτων ἀμυθήτους ἰδιότητας τέχνῃ δαιμονίῳ πεποικιλμένας, τὴν δ’ ὄψιν ἀποκλίνας ἀπὸ τῶν ἡμέρων ἐν μέρει πάλιν αἰγείρους, κέδρους, πεύκας, ἐλάτας, δρυῶν ὕψη περιμηκέστατα, τὰς ἄλλας τῶν ἀγρίων συνεχεῖς καὶ βαθείας ὕλας περιαθρήσειεν, αἳ τὰ πλεῖστα καὶ μέγιστα τῶν ὀρῶν καὶ τὴν πολλὴν ὅση 1 καθαρθεῖσα codd.: καταρθεῖσα (a κατάρδω irrigo) Mang. (Beruays Cumont) 2 φορᾶς Mang.: φθορᾶς codd. 3 οἰκείαν] οἰκίαν M 4 εἶτα M ἀφθόνας (sed ας in ους corr. ut vid.) U 5 παρό H 6 αὐτὴν mg, U, αὐτοὺς in textu U καὶ seclusit Bernays 8 μεμοίραται v (Turu.): μεμοίρανται codd. 9 τήν ante τε om. Η τε ss. H, om. L (v) ὀρινὴν M 10 χιλῶν Μ, χυλὸν L, (Turn.) πυροὺς] πυρὰς H 11 ἀναδιδοῦσαν U: ἃς ἀναδιδούσαν (sic) Μ, ἀναδιδούσας HP κατεβάλοντο MU: κατεβάλλοντο HP ἀπαυματοματίζουσα U 12 φυλλάδι P 14 ἀκεῖσθαι πόνους transp. U 16 τῆς ψυχῆς U ἔτι δέ καὶ U ἀνθέων M: ἀνθῶν UHP (ν): cf. Phryn. p. 454 Lob. 17 εὐωδεστάτας M: εὐοδεστάτας U, εὐωδεστέρας HP (v) χρωμάτων] ἀνθέων M (Bernays) 18 δαιμονία M 19 post πάλιν add. ὄψει U: κέδρους U: καὶ κέδρους MHP (v) 20 τὰς ἄλλας codd. (Turn.): τὰς ἄλλων Maug. 21 περιαθρήσειας M 1 καθαρθεῖσα: cf. Plat. Tim. 22d . . . ὅταν δ’ αὖ οἱ θεοὶ τὴν γῆν ὔδασι καθαίροντες κατακλύζωσιν. 14 πόνους ἀκεῖσθαι: cf. Plat. Menex. 238 a ἐλαίου γένεσιν πόνων ἀρωγήν. βαθύγειος τῆς ὑπορείου συσκιάζουσι, γνώσεται τὴν ἀνένδοτον καὶ ἀκάματον τῆς γῆς ἀεὶ νεαζούσης ἀκμήν· ὥστ’ οὐδὲν ἐλαττωθεῖσα τῆς παλαιᾶς ἰσχύος καὶ νῦν ἄν, εἴ γε τὸ πρότερον, ἔτικτεν ἀνθρώπους, ὑπὲρ δυοῖν τοῖν ἀναγκαιοτάτοιν, ἑνὸς μὲν τοῦ μὴ λιποτακτεῖν τάξιν οἰκείαν καὶ μάλιστα ἐν σπορᾷ καὶ γενέσει τοῦ χερσαίων ἁπάντων ἀρίστου καὶ ἡγεμόνος ἀνθρώπου, δευτέρου δὲ γυναικῶν ἐπικουρίας, αἳ κύουσαι μὲν βαρυτάτοις ἄχθεσι δέκα που μῆνας πιέζονται, μέλλουσαι δ’ ἀποτίκτειν πολλάκις ὠδῖσιν αὐταῖς ἐναποθνῄσκουσιν.