ἀίδιος ἄρα καὶ ὁ κόσμος. τὸ δὲ ὑπερτεθὲν ἤδη κατασκευαστέον, εἰ δεῖ καὶ ἀποδείξεως τοῖς οὕτως ἐμφανέσι· δεῖ δέ, ὡς ἔοικεν, ἕνεκα τῶν μυθοπλαστῶν, οἳ ψευσμάτων ἀναπλήσαντες τὸν βίον ἀλήθειαν ὑπερόριον πεφυγαδεύκασιν, οὐ μόνον πόλεις καὶ οἴκους ἀλλὰ καὶ ἕνα ἕκαστον τοῦ ἀρίστου κτήματος χηρεύειν βιασάμενοι καὶ πρὸς τὸ τῆς φράσεως ὁλκὸν μέτρα καὶ ῥυθμοὺς δέλεαρ εἰς ἐνέδραν ἐπινοήσαντες, οἷς ἀφρόνων ὦτα καταγοητεύουσι, καθάπερ ὀφθαλμοὺς αἱ ἄμορφοι καὶ εἰδεχθεῖς ἑταῖραι περιάπτοις καὶ νόθῳ κόσμῳ χηρείᾳ γνησίου. λέγουσι γὰρ ὅτι ἡ ἐξ ἀλλήλων γένεσις ἀνθρώπων νεώτερον φύσεως ἔργον, ἀρχεγονώτερον δὲ καὶ πρεσβύτερον ἡ ἐκ γῆς, ἐπειδὴ πάντων μήτηρ ἐστί τε καὶ νενόμισται· τοὺς δὲ ᾀδομένους παρ’ Ἕλλησι Σπαρτοὺς ἐκφῦναι. καθάπερ νῦν τὰ δένδρα, τελείους καὶ ἐνόπλους γῆς παῖδας. ὅτι δὲ μύθου πλάσμα τοῦτ’ ἐστί, συνιδεῖν ἐκ πολλῶν ῥᾴδιον. αὐτίκα τῷ πρώτῳ 1 ἐτύμωνς] ἑτοίμως ΗΡ ἅτε διατεταγμένος Bernays 2 ἀνεπανορθώτου Buecheler (cf. 85, 16): ἅτ’ ἐπ’ ἀνθρώπου codd. (ἅτ᾿ ἀπ’ ἀνθρώπου v) πρός τὸ πῦρ M: πρὸς πῦρ HP (Turn.), πῦρ (om. πρὸς τὸ) U 4 τις addidi; εἷς add. Mang., post Μούσαις intercidisse κορυφαῖος vel aliquid huiusmodi putavit Buecheler κεχορευκότων] συγκεχορευκότων coui. Mang.: sed cf. qoud omn. prob. lib. § 62 4. 5 περιπατητικῆς etiam M (non περιπατητικῶ) 5 τῶ περὶ U: τῶν περὶ M, τῶ παρὰ HP 6 πίστεσι M, πίστευσιν H εἰ om. M 7 ἡ δὲ ἡ γῆ Η γεννητὴ UH 8 ἀγέννητον UHP τοῦ γένους MHP: τὸ γένος U ὑφεστῶτος Cumont: ὑφεστώς UHP, ὑποστάς M 9. 10 ἀίδιος—κατασκευαστέον om. ΗΡ (Turn.) 10 καὶ ἀποδείξεως codd.: καὶ om. Cumont δέ MU: δ’ HP 11 ἕνεκα] ἕνα M 12 πεφυγανεύκασιν Η 13 ἀρίστου add. Wendl. κτήματα M πρός τό Mang.: πρὸς τὸν codd. 14 φράσεως Bernays: ὁράσεως codd.: ῥήσεως coni. Mang. 17 γένεσιν M 17. 18 ἀρχεγονότερον M 18 ἐστί τε M: τε om. UHP (v) 19 post ἐκφῦναι add. λέγουσι U (λέγουσιν ρ α ἐκφῦναι Mang.) 20 νῦν] αὖ U 21 ἐκ πολλῶν ῥᾴδιον M 18 sqq. Sext. Emp. adv. Mathem. IX 28 τῶν δὲ νεωτέρων Στωικῶν φασί τινες τοὺς πρώτους καὶ γηγενεῖς τῶν ἀνθρώπων κατὰ πολὺ τῶν νῦν συνέσει διαφέροντας γεγονέναι. 19 Σπαρτούς: cf. Schol. Pind. Isthm. VII 13. Schoi. Eur. Phoen. 670. Apollnd. Bihl. III 23. γενομένῳ ἔδει καθ’ ὡρισμένα μέτρα καὶ ἀριθμοὺς χρόνων αὐξήσεως· βαθμοὺς γάρ τινας ἡ φύσις τὰς ἡλικίας ἐγέννησε, δι’ ὧν τρόπον τινὰ ἀναβαίνει καὶ κάτεισιν ἄνθρωπος, ἀναβαίνει μὲν αὐξόμενος, κατέρχεται δ’ ἐν ταῖς μειώσεσιν· ὅρος δ’ ὁ τῶν ἀνωτάτω βαθμῶν ἀκμή, πρὸς ὃν φθάσας τις οὐκέτι πρόεισιν, ἀλλ’, ὥσπερ οἱ διαυλοδρομοῦντες ἀνακάμπτουσι τὴν αὐτὴν ὁδόν, ὅσα παρ’ ἰσχυούσης νεότητος ἔλαβεν, ἀποδίδωσιν ἀσθενεῖ γήρᾳ. τὸ δὲ γεννηθῆναί τινας οἴεσθαι τελείους ἐξ ἀρχῆς ἠγνοηκότων ἐστὶ νόμους φύσεως, θεσμοὺς ἀκινήτους. αἱ μὲν γὰρ ἡμέτεραι γνῶμαι προσαναματτόμεναι τὸ πλημμελὲς ἐκ τοῦ συνεζευγμένου θνητοῦ τροπὰς καὶ μεταβολὰς εἰκότως ἐνδέχονται, ἄτρεπτα δὲ τὰ τῆς τῶν ὅλων ἐστὶ φύσεως, ἅτε πάντων ἐπικρατούσης καὶ διὰ βεβαιότητα τῶν ἅπαξ γνωσθέντων τοὺς ἐξ ἀρχῆς παγέντας ὅρους ἀκινήτους διαφυλαττούσης. εἴπερ οὖν ἁρμόττον ἐνόμιζεν ἀποτίκτεσθαι τελείους, καὶ νῦν ἂν ἐτελειογονεῖτο ἄνθρωπος, μὴ βρέφος, μὴ παῖς, μὴ μειράκιον γινόμενος, ἀλλ’ ἀνὴρ εὐθὺς ὤν, ἴσως δὲ καὶ πρὸς ἅπαν ἀγήρως καὶ ἀθάνατος· ᾧ γὰρ μὴ αὔξησις, μηδὲ μείωσις πρόσεστιν· αἱ μὲν γὰρ ἄχρι τῆς ἀνδρὸς ἡλικίας μεταβολαὶ κατ’ αὔξησιν, αἱ δ’ ἀπὸ ταύτης ἄχρι γήρως καὶ τελευτῆς κατὰ μείωσιν συνίστανται· τῷ δὲ μὴ κοινωνοῦντι τῶν προτέρων καὶ τὰς ἑπομένας εὔλογον μὴ ἐπιγίγνεσθαι.