κατ’ ἀνάλογον οὖν εἰ φθείρεται ὁ οὐρανός, φθαρήσεται μὲν ἥλιος καὶ σελήνη, φθαρήσονται δ’ οἱ λοιποὶ πλάνητες, φθαρήσονται δ’ οἱ ἀπλανεῖς ἀστέρες, ὁ τοσοῦτος αἰσθητῶν θεῶν εὐδαίμων τὸ πάλαι νομισθεὶς στρατός. ὃ δὴ [εἰ] γένοιτ’ ἂν οὐδὲν ἕτερον ἢ θεοὺς φθειρομένους ὑπονοεῖν· ἴσον γάρ ἐστι τῷ καὶ ἀνθρώπους ἀθανάτους ὑπονοεῖν. καίτοι τις ἐν ἀτίμων συγκρίσει τοῦτ’ ἂν εὕροι σκοπῶν εὐλογώτερον ἐκείνου· χάριτι μὲν γὰρ θεοῦ θνητὸν ἀθανασίας μεταλαχεῖν εἰκός ἐστιν, ἀφθαρσίαν δὲ θεοὺς ἀποβαλεῖν ἀδύνατον, κἂν αἱ ἀνθρώπων σοφίαι κακομανῶσι. καὶ μὴν οἵ γε τὰς ἐκπυρώσεις καὶ τὰς παλιγγενεσίας εἰσηγούμενοι τοῦ κόσμου νομίζουσι καὶ ὁμολογοῦσι τοὺς ἀστέρας θεοὺς εἶναι, οὓς τῷ λόγῳ διαφθείρειν οὐκ ἐρυθριῶσιν. ἔδει γὰρ ἢ μύδρους διαπύρους ἀποφήνασθαι, καθάπερ ἔνιοι τῶν οἷα περὶ δεσμωτηρίου φλυαρούντων τοῦ σύμπαντος οὐρανοῦ, ἢ θείας ἢ δαιμονίας φύσεις νομίζοντας τὴν ἁρμόττουσαν θεοῖς ἀφθαρσίαν προσομολογῆσαι. νυνὶ δὲ τοσοῦτον δόξης ἀληθοῦς διήμαρτον, ὥστε λελήθασιν αὑτοὺς καὶ τῇ προνοίᾳ — ψυχὴ δ’ ἐστὶ τοῦ κόσμου — φθορὰν ἐπιφέροντες ἐξ ὧν ἀνακόλουθα φιλοσοφοῦσι. Χρύσιππος γοῦν ὁ δοκιμώτατος τῶν παρ’ αὐτοῖς ἐν τοῖς Περὶ αὐξανομένου τερατεύεταί τι τοιοῦτον· προκατασκευάσας ὅτι "δύο ἰδίως ποιὰ ἐπὶ τῆς αὐτῆς οὐσίας ἀμήχανον συστῆναι“, φησίν· „ἔστω θεωρίας ἕνεκα τὸν μέν 1 κατ᾿ ἀνάλογον MU: κατά λόγον ΗΡ (Turn.) 2 μὲν om. L (Turn.) ἥλιος] καὶ ἥλιος Mang. πλανῆται, συμφθαρήσονται U 3 θεῶν v (Turu.): θεοῦ codd. 4 ὃ δὴ V (Turn.): ὃ δὴ εἰ codd.; verba ἢ θεοὺς φθειρομένους ὑπονοεῖν a librario addita et Philonem tantum οὗ δὴ τί γένοιτ’ ἂν αἰδοιότερον; vel simile qnid scripsisse putavit Cumout; οὖ δὴ τί γένοιτ᾿ ἂν εὐηθέστερον ἢ κτλ. coni. Weudl. 5 τῷ UHP: τὸ M; ἴσον δ’ ἐστὶ τὸ Bernays 6 καίτοι τις Wendi.: καὶ τοῖς 31, τοῖς (om. καὶ) U, καίτοι HP (v) ; καί τις coni. Buecheler ἀτίμω M εὕροι M: εὕροις HP (v), εὐρεῖ U 6. 7 ἐκείνους U 7 χάριτι μὲν γάρ θεοῦ θνητὸν Buecheler: χάριτι μὲν θεοῦ ὄν· θνητόν γὰρ MU, χάριτι μὲν θεοῦ ὄν· θνητὸν μέν γὰρ HP (χάριτι θεοῦ ὄν· θνητὸν μὲν γὰρ v) θεοῦ] θεῶν Diels (Cuinont) κο εἰκός ἐστιν] εἰ πρόσεστι U 9 καταμανῶσι L οἵ γε Buecheler: οἵ τε codd. 11 τοῦ λόγου M μύδρους] μύλους coni. Mang., sed cf. de somn. I § 22 12 ἀποφήνεσθαι M περὶ] ὑπὸ U 13 νομίζοντας HP: νομίζουσαν MU 13. 14 ἁρμόζουσαν U 15 ὥστε om. in lac. M αὐτοὺς codd. 16 φιλοσοφοῦσιν M 17 γοῦν MU: οὖν HP (v) 18 ante προκατασκευάσας add. καὶ V (Turn.), om. codd. δύο ἰδίως ποιά Cumont: δύο εἰδοποιοὺς codd. δύο ἰδίως ποιοὺς hic et infra Arnim) 11 Diog. La. II 8 οὗτος (Ἀναξαγόρας) ἔλεγε τὸν ἥλιον μύδρον εἶναι διάπυρον. Aet. Plac. II 13, 6 (Doxogr. p. 342, 1) Ἀρχέλαος μύδρους ἔφησεν εἶναι τοὺς ἀστέρας, διαπύρους δέ. 17 Chrys. frg. 397 (Arnim). cf. Doxogr. p. 462, 22 (de Posidonio) ἐπὶ τῶν ἰδίως ποιῶν οἷον Δίωνος καὶ Θέωνος καὶ αὐξήσεις καὶ μειώσεις γίνεσθαι. τινα ὁλόκληρον, τὸν δὲ χωρὶς ἐπινοεῖσθαι τοῦ ἑτέρου ποδός, καλεῖσθαι δὲ τὸν μὲν ὁλόκληρον Δίωνα, τὸν δὲ ἀτελῆ Θέωνα, κἄπειτα ἀποτέμνεσθαι Δίωνος τὸν ἕτερον τοῖν ποδοῖν“. ζητουμένου δή, πότερος ἔφθαρται, τὸν Θέωνα φάσκειν οἰκειότερον εἶναι. τοῦτο δὲ παραδοξολογοῦντος μᾶλλόν ἐστιν ἢ ἀληθεύοντος. πῶς γὰρ ὁ μὲν οὐδὲν ἀκρωτηριασθεὶς μέρος, ὁ Θέων, ἀνήρπασται, ὁ δ’ ἀποκοπεὶς τὸν πόδα Δίων οὐχὶ διέφθαρται; „δεόντως“ φησίν· „ἀναδεδράμηκε γὰρ ὁ ἐκτμηθεὶς τὸν πόδα Δίων ἐπὶ τὴν ἀτελῆ τοῦ Θέωνος οὐσίαν, καὶ δύο ἰδίως ποιὰ περὶ τὸ αὐτὸ ὑποκείμενον οὐ δύνατ’ εἶναι. τοιγαροῦν τὸν μὲν Δίωνα μένειν ἀναγκαῖον, τὸν δὲ Θέωνα διεφθάρθαι.“ „τὰ δ’ οὐχ ὑπ’ ἄλλων ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλισκόμενα“ φησὶν ὁ τραγικός· ἀπομαξάμενος γάρ τις τὸν τύπον τοῦ λόγου καὶ ἐφαρμόσας τῷ παντὶ κόσμῳ δείξει σαφέστατα καὶ αὐτὴν φθειρομένην τὴν πρόνοιαν. σκόπει δ’ ὧδε· ὑποκείσθω τὸ μὲν ὡσανεὶ Δίων ὁ κόσμος — τέλειος γάρ —, τὸ δὲ ὡσανεὶ Θέων ἡ τοῦ κόσμου ψυχή, διότι τοῦ ὅλου τὸ μέρος ἔλαττον, καὶ ἀφαιρείσθω, ὥσπερ ἀπὸ τοῦ Δίωνος ὁ πούς, οὕτως καὶ ἀπὸ τοῦ κόσμου ὅσον αὐτοῦ σωματοειδές.