τὸ δὲ δεύτερον ἄξιον οὐ βραχείας ἐρεύνης. εἰ γὰρ ἕτερον ἀντὶ τοῦ νῦν ὄντος κατασκευάσει, πάντως ὁ γενόμενος ἢ χείρων ἢ ὅμοιος ἢ κρείττων ἀποτελεσθήσεται· ὧν ἕκαστον ἐπίληπτον. εἰ μὲν γὰρ χείρων ὁ κόσμος, χείρων καὶ ὁ δημιουργός. ἀμώμητα δὲ καὶ ἀνεξέλεγκτα καὶ ἀνεπανόρθωτα τὰ τοῦ θεοῦ τελειοτάτῃ τέχνῃ καὶ ἐπιστήμῃ δημιουργηθέντα· „οὐδὲ“ γὰρ „γυνὴ“ φασί „τοσσόνδε νόου ἐπιδεύεται ἐσθλοῦ, ὥστε χερείον’ ἑλέσθαι ἀμεινοτέρων παρεόντων .“ ἐμπρεπὲς δὲ θεῷ τὰ ἄμορφα μορφοῦν καὶ τοῖς αἰσχίστοις 1 οὐδὲν γάρ ἦν om. UE αὐτό Plato: αὐτὸς codd. (Turn. Mang.) γὰρ om. L (Turn.) φθίσιν] φύσιν Ε παρέχον Plato: παρέχων codd. (Turn. Mang.) 2 πάντ’ M: πάντα UHPE πάσχον Plato: πάσχων codd. (Turn. Mang.) γέγονεν ἀρίστης E 3 αὐτὸ HPE, ex αὐτῶ ut videtur corr. Μ: αὐτὸς U ὂν] ἦν HP 4 ἄλλων add. Mang. (ex Platone): om. codd. 6 ἠκριβωμένων καὶ πάνυ ἀνεξελέγκτων M 7 ἕνεκε M φθερεῖ Gomperz (sic etiam E cod. b): φθείρει codd. 9 μεταβαλεῖν coni. Diels 11 ἢ μὴ Ε (cod. a): ἢ om. MUHP 12 αὐτῶ codd. ἄξιον οὐ] ἄξιόν που Gumont 13 καὶ ἕτερον U 14 ὁ γινόμενος coni. Buecheler ἢ κρείττων ἢ ὅμοιος transp. E 17 ante τελειοτάτῃ add. τὰ M; ἅτε τελειοτάτῃ Beruays 18. 19 οὐδὲ—ἀμεινοτέρων παρεόντων om. Ε 18 τοσσόνδε M: τοσόνδε UHP ἐπιδεύεται UP: ἐπιτηδεύεται H, ἐπιλείπεται M 19 χερείον᾿ U (coni. Meineke): χέρειον MHP (v) παρεόντων add. Mang. (Bergk) 20 ἐμπρεπὲς MH (et P ut vid.): εὐπρεπὲς UE τῶ θεῶ U αἰσχί(στοις) in ras. M 5 sqq. Arist. frg. 21 (ed. Rose, Lips. 1886). 10 cf. Arist. ap. Cic. Acad. pr. II 119 (frg. 22 Rose). 18. 19 versus ignoti poetae (Bergk, Poetae lyr, gr. II4 73). emendandus hinc Philodem. Rhet. p. 324 (Sudh.). cf. Theogn. v. 21. περιτιθέναι θαυμαστὰ κάλλη. εἰ δ’ ὅμοιος, ματαιοπόνος ὁ τεχνίτης, οὐδὲν κομιδῇ νηπίων παίδων διαφέρων, οἳ πολλάκις παρ’ αἰγιαλοῖς ἀθύροντες ψάμμου γεωλόφους ἀνιστᾶσι κἄπειθ’ ὑφαιροῦντες ταῖς χερσὶ πάλιν ἐρείπουσι· πολὺ γὰρ ἄμεινον τοῦ κατασκευάζειν ὅμοιον μηδὲν μήτε ἀφαιροῦντα μήτε προστιθέντα μηδ’ αὖ πρὸς τὸ ἄμεινον ἢ χεῖρον μεταβάλλοντα τὸν ἐξ ἀρχῆς ἅπαξ γενόμενον κατὰ χώραν ἐᾶν. εἰ δὲ κρείττονα δημιουργήσει, γενήσεται τότε κρείττων καὶ ὁ δημιουργός, ὥσθ’ ἡνίκα τὸν πρότερον κατεσκεύαζε καὶ τὴν τέχνην καὶ τὴν διάνοιαν ἦν ἀτελέστερος, ὅπερ οὐδὲ θέμις ὑπονοεῖν ἐστιν· ἴσος γὰρ αὐτὸς ἑαυτῷ καὶ ὅμοιος ὁ θεός, μήτε ἄνεσιν πρὸς τὸ χεῖρον μήτ’ ἐπίτασιν πρὸς τὸ βέλτιον δεχόμενος. ἐπὶ δὲ τὰς τοιαύτας ἀνωμαλίας ἄνθρωποι κεχωρήκασι, πρὸς ἑκάτερον τό τε εὖ καὶ τὸ χεῖρον πεφυκότες μεταβάλλειν, αὐξήσεσι καὶ προκοπαῖς καὶ βελτιώσεσι καὶ πᾶσι τοῖς ἐναντίοις εἰωθότες χρῆσθαι. πρὸς δὲ τούτοις τὰ μὲν τῶν θνητῶν ἔργα ἡμῶν φθαρτὰ δεόντως ἂν γένοιτο, τὰ δὲ τοῦ ἀθανάτου κατὰ τὸν εἰκότα λόγον ἄφθαρτα δήπου· τῇ γὰρ φύσει τῶν τεχνιτῶν εὔλογον τὰ δημιουργηθέντα ἐξομοιοῦσθαι. Καὶ μὴν ἅπαντί τῳ κἀκεῖνο δῆλον, ὅτι φθειρομένης μὲν τῆς γῆς ἀνάγκη καὶ τὰ χερσαῖα τῶν ζῴων καθ’ ὅλον τὸ γένος ἀπόλλυσθαι. φθειρομένου δὲ ὕδατος τὰ ἔνυδρα, καὶ ἀέρος μέντοι καὶ πυρὸς τὰ 1 ματαιοπόνος HP: ματαιοπονῶ M, μάταιος U, om. E οὑδὲ Η et P ut vid. (Turn.) κομιδὴν U 2 ψάμμου P: ψάμμους UHE, ψάμους Μ 3 ἀνιστᾶσι MUE: διανιστᾶσι ΗP (v) 5 μηδ’ αὗ MHP: μήτε UE (μήτ' αὗ v) 6 γενόμενον ἅπαξ transp. UE εἰ δὲ] εἰδὸς U 7 τόν πρότερον om. E (τὸ πρότερον. ν) 8 οὐδὲ] οὑ U (et E cod. a) 9 ἐστιν om. E ἴσος γὰρ—χρῆσθαι (13) om. E ὅμοιός ἐστιν ὁ θεός U 10 βέλτιον M: βέλτιστον UHP 12 πᾶσι] πάλιν coni. Wendl. 13 δέ om. HP 14 τοῦ θανάτου M 15 εἰκότα Ε (conieceram): ἐοικότα MUHP (v) 17 Καὶ μὴν—97, 6 καὶ ἀκραιφνέστατος νοῦς om. E ἅπαντί τῳ scripsi: ἅπαντί που codd. 19 δὲ om. U 1 sqq. cf. Hom. II. O 362 sqq. ὡς ὅτε τις ψάμαθον παῖς ἄγχι θαλάσσης, ὅς τ’ ἐπεὶ οὑν ποιήσῃ ἀθύρματα νηπιέῃσιν ἄψ᾿ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων. Nemesius de natura hominis cap. 2 p. 107 (Matthaei) κομιδῇ γὰρ νηπίων παίδων ὁ τρόπος οὗτος (scil. τὸ διαφθείρεσθαι τὸν κόσμον) ἐν ψάμμῳ τῆς παιδιᾶς εὐθὺς μετὰ τὸ πληρῶσαι συγχεόντων τὰ γενόμενα. Zachar. Mityl. de mundi opif. p. 89 (Boissonade) ὅτου χάριν ἀπόλλυσι τό ἄριστον τῶν γεγονότων; ἤτοι γὰρ καλλίονα ποιήσων, καὶ οὐ δυνατόν ἢ χείρονα; καὶ οὐ θέμις. ἢ ὅμοιον; ἀλλὰ παιδικὸν ἄθυρμα τοῦτό γε παρ’ ἠϊόνα παίζοντων καὶ ἐκ ψάμμου οἴκους συντιθέντων καὶ λυόντων. τίς γὰρ οὕτω ματαιοπόνος τεχνίτης· ὁ ἐναλλάττειν ἑαυτοῦ τὰ καλῶς τῶν ἔργων γεγονότα. ἀεροπόρα καὶ πυρίγονα.