ἐξασθενεῖ δὲ ἡ ἐπὶ μέρους ἀναγκαίως ἄγειν πρὸς ἀιδιότητα· ἢ γὰρ ἔνδεια ἢ φλογμὸς ἢ κρυμὸς ἢ μυρία ἄλλα τῶν εἰωθότων ἐπισυνίστασθαι κατασκήψαντα διέσεισε καὶ διέλυσε τὸν συνέχοντα δεσμὸν καὶ τέλος κατέρρηξε· τοιοῦτον δ’ εἰ μηδὲν ἐφήδρευεν ἔξω, κἂν ὅσον ἐφ’ ἑαυτῇ πάντα μικρά τε αὖ καὶ μεγάλα ἀγήρω διεφύλαττεν. ἀναγκαῖον οὖν καὶ τὴν τοῦ κόσμου φύσιν γλίχεσθαι τῆς τοῦ ὅλου διαμονῆς· οὐ γὰρ δὴ τῶν ἐπὶ μέρους ἐστὶ χείρων, ὡς ἀποδιδράσκουσα καὶ λιποτακτοῦσα νόσον ἀνθ’ ὑγιείας καὶ φθορὰν ἀντὶ σωτηρίας παντελοῦς ἐπιχειρεῖν τεχνάζειν, ἐπειδὴ "πασάων ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα, ῥεῖά τ’ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι.“ ἀλλ’ εἰ τοῦτ’ ἀληθές ἐστι, φθορὰν ὁ κόσμος οὐ δέξεται. διὰ τί; ὅτι ἡ συνέχουσα φύσις αὐτὸν ἀήττητός ἐστι κατὰ πολλὴν ἰσχύος ῥώμην, τῶν ἄλλων ὅσα βλάπτειν ἔμελλεν ἁπαξαπάντων ἐπικρατοῦσα. διὸ καὶ Πλάτων εὖ „ἀπῄει τε γὰρ“ φησίν „οὐδὲν οὐδὲ προσῄει αὐτῷ ποθεν· 1 καταφέρῃς ex καταφέροις (vel καταφέρεις) corr. M, καταφερὴς U 2 ἐπικουφίσασαν M αὐτὴν codd. 3 τάξις mg U2: κατὰ codd., κίνησις v (Turn.) ἔχει seclusi ἔχη 11 4 διακληρωσάμενοι Η 6 παντί τὼ MUPE: παντὶ τῶ H (τῳ om. Turn.) 7 εἴη] ἦν E ἡ φύσις Turn. 8 ἡ δ’] εἰ δ’ M 9 δὲ ἡ M: δ’ ἡ HP, δὴ UE infinitivus ἄγειν post ἐξασθενεῖν, qoud absolute poni solet, suspectus 11 διέλυσε] διεκώλυσε L (Turn.) 12 κατέρρηξεν U τοιοῦτον—πάντα (13) om. UE δ’ εἰ HP: δεῖ M ἀφήδρευεν M 12. 13 ἐφ’ αὐτὴ M 13 πάντα om. v αὖ] οὖν M διεφύλαττεν V (Turn.): διαφυλάττειν codd. 14 καὶ post οὑν om. Ε γλίχεσθε P τὴν ὅλου διαμονήν Ε 15 ἐπὶ μέρη E λειποτακτοῦσα codd. (v) 16 ὑγιείας M: ὑγείας UHPE 18 πασῶν Turn. (sed corr. in append.) ἥ γε] ἥδε E 19 ῥεῖά τ’ Mang. (ex Homero): ῥεῖα δ’ codd. 20 τοῦτο U 22 ἁπαξαπάντων MUE: ἁπάντων HP (v) 23 εὑ ἀπῄει τε γάρ om. E ἀπῄει ἴε M: ἀπίητε H, ἄπιτε U, evan. in P οὐδὲν οὐδέ M: οὐδέν οὔτε UHPE προσῄει M: προσείη UPE, προσίῃ Η 18 sq. Hom. Od. ζ 107. 108. 23 Plat. Tim. 33c. οὐδὲν γὰρ ἦν. αὐτὸ γὰρ ἑαυτῷ τροφὴν τὴν ἑαυτοῦ φθίσιν παρέχον καὶ πάντ’ ἐν ἑαυτῷ καὶ ὑφ’ ἑαυτοῦ πάσχον καὶ δρῶν ἐκ τέχνης γέγονεν· ἡγήσατο γὰρ αὐτὸ ὁ συνθεὶς αὔταρκες ὂν ἄμεινον ἔσεσθαι μᾶλλον ἢ προσδεὲς ἄλλων .“ Ἀποδεικτικώτατός γε μὴν κἀκεῖνος ὁ λόγος ἐστίν, ἐφ’ ᾧ μυρίους οἶδα σεμνυνομένους ὡς ἠκριβωμένῳ καὶ πάνυ ἀνεξελέγκτῳ. πυνθάνονται γάρ· τίνος ἕνεκα τὸν κόσμον φθερεῖ ὁ θεός; ἤτοι γὰρ ὑπὲρ τοῦ μηκέτι κοσμοποιῆσαι ἢ ὑπὲρ τοῦ ἕτερον κατασκευάσαι. τὸ μὲν δὴ πρότερον ἀλλότριον θεοῦ· πρὸς τάξιν γὰρ ἀταξίαν μεταβάλλειν δέον, οὐ πρὸς ἀταξίαν τάξιν· εἶτα δ’ ὅτι καὶ μετάνοιαν πάθος καὶ νόσημα δέξεται ψυχῆς· ἔδει γὰρ ἢ μὴ κοσμοποιῆσαι τὸ παράπαν ἢ κρίνοντα πρέπον αὑτῷ τὸ ἔργον χαίρειν τῷ γενομένῳ.