ὁπότε μὲν ὑφέστηκε τὰ συνεληλυθότα ἐν τῇ κράσει, πρὸ τῆς κατὰ φύσιν τάξεως ἀταξίας ἀντιμετειληφέναι καὶ πρὸς τοὺς ἐναντίους τόπους μετανίστασθαι, ὡς τρόπον τινὰ ξενιτεύειν δοκεῖν, ὁπότε δὲ διαλύοιτο, πρὸς τὴν οἰκείαν τῆς φύσεως λῆξιν ἀνακάμπτειν. ὁ δὲ κόσμος ἀμέτοχος τῆς ἐν τοῖς λεχθεῖσιν ἀταξίας ἐστίν. ἐπεί, φέρε, θεασώμεθα· φθειρομένου τὰ μέρη νυνὶ μὲν ἀνάγκη τετάχθαι τὴν παρὰ φύσιν ἕκαστα χώραν· τοῦτο δὲ ὑπονοεῖν οὐκ εὐαγές· ἀρίστην γὰρ θέσιν καὶ τάξιν ἐναρμόνιον τὰ τοῦ κόσμου μέρη πάντα εἴληχεν, ὡς ἕκαστον καθάπερ πατρίδι φιλοχωροῦν μὴ ζητεῖν ἀμείνω μεταβολήν. διὰ τοῦτο γῇ μὲν ὁ μεσαίτατος ἀπενεμήθη τόπος, ἐφ’ ἣν πάντα τὰ γεώδη, κἂν ἀναρρίψῃς, καταφέρεται— τὸ δ’ ἐστὶ σημεῖον χώρας τῆς κατὰ φύσιν· ἔνθα γὰρ μὴ ὑπὸ βίας ὁτιοῦν ἐνεχθὲν ἵσταται καὶ ἠρεμεῖ, τὸν οἰκεῖον εἴληχε χῶρον —· ὕδωρ δὲ ἐπὶ γῆν ἀνακέχυται [δεύτερον], ἀὴρ δὲ καὶ πῦρ ἀπὸ τοῦ μέσου πρὸς τὸν ἄνω κεχώρηκεν, ἀὴρ μὲν τὸν μεθόριον ὕδατος καὶ πυρὸς κληρωσάμενος τόπον, πῦρ δὲ τὸν ἀνωτάτω· διὸ κἂν ἀναψάμενος δᾷδα πρὸς γῆν 1 ἀπ’ αἰθερίου V (Turn.): ἀπ’ αἰθρίου UHPE, ἀπ’ . . θρίου (αι om. in lac.) M βλαστόντα] βλαστάνοντα codd. (v) γοτῆς Mang.: γῆς MUHP, om. E 3 γιγνομένων Ε: γινομένων MUHP 4 δὲ M πρὸς ἄλλο codd.: πρός ἄλλου Nauck, πρός ἄλλῳ Bernays 5 ἰδίαν] ἑτέραν Philo aliis locis ἀπέδειξεν M: ἀπέδειξε CHPE 6 φθειρομένοις] γινομένοις coni. Mang. θεσμὸς] δεσμὸς Ε 8 αντιμετειληφέναι MUE: μετειληφέναι HP (v) 11 ἐπεί] ἐπεὶ δὲ M φέρε ex φθεῖρε corr. 31 12 τὴν HP: om. MUE παρὰ] περὶ M 13 δ’ U· εὐαγές] ἀγεννές E 14 εἴληχε πάντα transp. M (Bernays), πάντα om. Ε 14. 15 φιλοχωροῦν] ἐμφιλοχωροῦν coni. Mang. 15 ἀμείνω μεταβολήν] τὴν εἰς ἄμεινον μεταβολή coni. Mang., ἀμείνω μεταβολῇ Buecheler. εἰς ἀμείνω μεταβολήν Rose: sed cf. Curaontii indicem s. v. μταβολή γῇ μὲν] γῆν Μ 16 ἐφ’ ἣν ν Turn.): ἐφ’ ἧ codd. τά γεώδη UHE: τὰ om. MP (Beruays) κἂν ἀναρρέψης M, κἄν ·ἀναρρίψῃς τι τῶν γεωδῶν Ε καταφέρεται] κάτω φέρεται Ε 17 τό δ’ ἐστὶ MUE: τότε δ’ ἐστὶ HP (τόδε δ’ ἐστὶ v) μὴ om. U 18 ὁτοιοῦν M ἐνεχθέν] ἀνεχθέν M εἴληχε χῶρον MUE: εἴληφε τόπον ΗΡ (Turn.) 19 δεύτερον seclusi πῦρ] τῆ U 20 τὸν ἄνω MUE: τὸ ἄνω HP (Turn.) τὸ μεθόριον Η 21 τόπον fortasse post κεχώρηκεν (1. 20) Transponendum putat Cumont τὸν ἀνωτάτω MP: τῶν ἀνωτάτω Η, τὸν ἀνώτατον UE κἄν ἀναψάμενος H: καὶ ἀναψάμενος M. κἄν ἁψάμενος UPE καταφέρῃς, ἡ φλὸξ οὐδὲν ἧττον ἀντιβιάσεται καὶ πρὸς τὴν φυσικὴν τοῦ πυρὸς κίνησιν ἐπικουφίσασα αὑτὴν ἀναδραμεῖται. εἰ δὴ φθορᾶς μὲν αἴτιον ἡ παρὰ φύσιν τάξις τῶν ἄλλων [ἔχει] ζῴων, ἐν δὲ τῷ κόσμῳ κατὰ φύσιν ἕκαστα τῶν μερῶν διατέτακται τὰς οἰκείας διακληρωσάμενα χώρας, ἐνδίκως ἂν λέγοιτο ὁ κόσμος ἄφθαρτος. Ἔτι τοίνυν ἐκεῖνο παντί τῳ δῆλον, ὅτι φύσις ἑκάστη διατηρεῖν καὶ διασῴζειν, εἰ δ’ οἷόν τε εἴη, καὶ ἀθανατίζειν ἕκαστα ὧν φύσις ἐστὶν ἐσπούδακεν, ἡ μὲν ἐν τοῖς δένδρεσι τὰ δένδρα, ἡ δ’ ἐν τοῖς ζῴοις τῶν ζῴων ἕκαστον.