ἡ δὲ Ἀτλαντὶς νῆσος, „ἅμα Λιβύης καὶ Ἀσίας μείζων“, ᾗ φησιν ἐν Τιμαίῳ Πλάτων, ἡμέρᾳ μιᾷ καὶ νυκτὶ „σεισμῶν ἐξαισίων καὶ κατακλυσμῶν γενομένων δῦσα κατὰ τῆς θαλάττης ἐξαίφνης ἠφανίσθη“, γενομένη πέλαγος, οὐ πλωτόν, ἀλλὰ βαραθρῶδες. οὐδὲν οὖν εἰς τὸ φθείρεσθαι τὸν κόσμον ἡ πλασθεῖσα τῷ λόγῳ μείωσις τῆς θαλάττης συνεργεῖ· φαίνεται γὰρ ὧν μὲν ἐξαναχωροῦσα, τὰ δ’ ἐπικλύζουσα. ἐχρῆν δὲ μὴ θάτερον τῶν γινομένων ἀλλὰ συνάμφω θεωροῦντας ἐπικρίνειν, ἐπεὶ κἀν τοῖς περὶ βίον ἀμφισβητήμασιν ὁ νόμιμος δικαστής, πρὶν [παρὰ] τῶν ἀντιδίκων ἀκοῦσαι, γνώμην οὐκ ἀποφανεῖται. Καὶ μὴν ὁ τρίτος λόγος ἐξ ἑαυτοῦ διελέγχεται, μὴ ὑγιῶς ἐρωτηθεὶς ἀπὸ τῆς εὐθὺς ἐν ἀρχῇ φάσεως. οὐ γὰρ δήπουθεν οὗ πάντα τὰ μέρη φθείρεται φθαρτόν ἐστιν ἐκεῖνο, ἀλλ’ οὗ πάντα τὰ μέρη ἅμα 1 οὐ] ἦ Turn. ἡ Turn. προσεδόκησαν Η 2 ἐπέβη M συνεζεύγχθη M 3 σύρρυσιν MU: σύρρησιν HP, σύρρευσιν Ε ἡ δ’ ἡνωμένη E (Cumont) διεζεύγχθη M 5 ὑπερσχούσης MU: ὑπερεχούσης HPE (v) ; ὑπερχεούσης coni. Scaliger ἠφανίσθη U πόλεις ποθήσας P, πολ .... ποθήσας (spat. 4—5 litt.) H 7 βούρράν M ἑλίκειαν MU: ἕλκειαν H ἐλύνειαν P, ἑλίκην Ε 8 τείχεσιν—γενομένας (9) om. Ε ἢ HP: ἢ MU ἔμελλεν M περίβρυα ML (Turn.) μυρία om. Turn. φύσειν M: φύσιν HP (Turn.), φησίν U 9 πολλῇ] πολὺ M 10 Ἀτλαντὶς] ἄντλα τις H ἀσίης M 12 τῆς om. Turn. θαλάσσης Η (v) 13 πλωτῶν P, πλωτῷ H 14 τῇς θαλάττης E: MUHP θαλάττῃ MUHP (v) 15 ὧν μὲν] τῶν μέν coni. Diels (Cumont) 17 βίων ἀμφισαντήμασιν (sic) M νόμιμος] νόμος Ε πρὶν παρὰ cofid. (etiam M) ; παρὰ seclusit Buecheler; πρὶν καὶ Diels, πρὶν ἑκατέρου coni. Usener 20 οὖ] οὐ H 20.21 πάντα Ε: πάντα MUHP (v) 21 οὐ] οὐ H τὰ μέρη πάντα conicio; καὶ ἄμα pro ἅμα καὶ coni. Cumont 7. 8 Versus ignoti poetae: Meineke, Anal. Alex. p. 46. non tres urbes demersas esse, ut dicit Philo, sed duas Buram et Helicen constat: cf. Polyb. II 41, 7. Amm. Marcell. XVII 7, 13. Sen. Nat. Quaest. VI 23, 4. VII 5, 3. 4. —12 Plat. Tim. 24 e. 25 c d. καὶ ἐν ταὐτῷ καὶ ἀθρόα κατὰ τὸν αὐτὸν χρόνον, ἐπεὶ καὶ ἄκρον ἀποκοπείς τις δάκτυλον ζῆν οὐ κεκώλυται, εἰ δὲ τὴν κοινωνίαν τῶν μερῶν καὶ μελῶν πᾶσαν, αὐτίκα τελευτήσει. τὸν αὐτὸν οὖν τρόπον, εἰ μὲν συλλήβδην ἁπαξάπαντα τὰ στοιχεῖα ὑφ’ ἕνα καιρὸν ἠφανίζετο, φάσκειν ἐνδέχεσθαι τὸν κόσμον φθορὰν ἦν ἀναγκαῖον· εἰ δ’ ἕκαστον ἰδίᾳ πρὸς τὴν τοῦ γείτονος μεταβάλλει φύσιν, ἀθανατίζεται μᾶλλον ἢ φθείρεται κατὰ τὸ φιλοσοφηθὲν ὑπὸ τοῦ τραγικοῦ „θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο μορφὴν ἑτέραν ἀπέδειξεν.“ Παντελής γε μὴν εὐήθεια τὸ γένος τῶν ἀνθρώπων ἀπὸ τῶν τεχνῶν ἐξετάζεσθαι· τῇ γὰρ περὶ τὸν λόγον ἀτοπίᾳ τις ἀκολουθήσας νέον τὸν κόσμον ἀποφανεῖ κομιδῇ μόλις πρὸ χιλίων παγέντα ἐνιαυτῶν, ἐπεὶ καὶ οὓς παρειλήφαμεν τῶν ἐπιστημῶν εὑρετὰς τὸν λεχθέντα τῶν ἐνιαυτῶν ἀριθμὸν οὐχ ὑπερβάλλουσιν.