καὶ μὴν οὐδὲ κατ’ ἀλλοίωσιν φθείρεσθαι νομιστέον· ἰσοκρατὴς γὰρ ἡ τῶν στοιχείων μεταβολή, τὸ δ’ ἰσοκρατὲς ἀκλινοῦς βεβαιότητος καὶ ἀσαλεύτου μονῆς αἴτιον. ἅτε μήτε πλεονεκτοῦν μήτε πλεονεκτούμενον· ὥσθ’ ἡ ἀντίδοσις καὶ ἡ ἀντέκτισις τῶν δυνάμεων ἀναλογίας ἐξισουμένη κανόσιν ὑγιείας καὶ ἀτελευτήτου σωτηρίας δημιουργός. ἐξ ὧν ἀίδιος ὁ κόσμος ἀποδείκνυται. Θεόφραστος μέντοι φησὶ τοὺς γένεσιν καὶ φθορὰν τοῦ κόσμου κατηγοροῦντας ὑπὸ τεττάρων ἀπατηθῆναι τῶν μεγίστων, γῆς ἀνωμαλίας, θαλάττης ἀναχωρήσεως, ἑκάστου τῶν τοῦ ὅλου μερῶν διαλύσεως, χερσαίων φθορᾶς κατὰ γένη ζῴων. κατασκευάζειν δὲ τὸ μὲν πρῶτον οὕτως· εἰ μὴ γενέσεως ἀρχὴν ἔλαβεν ἡ γῆ, μέρος ὑπανεστὸς οὐδὲν ἂν ἔτι αὐτῆς ἑωρᾶτο, χθαμαλὰ δ’ ἤδη τὰ ὄρη πάντα ἐγεγένητο καὶ οἱ γεώλοφοι πάντες ἰσόπεδοι τῇ πεδιάδι· τοσούτων γὰρ καθ’ ἕκαστον ἐνιαυτὸν ὄμβρων ἐξ ἀιδίου φερομένων, εἰκὸς ἦν τῶν διηρμένων πρὸς ὕψος τὰ μὲν χειμάρροις ἀπερρῆχθαι, τὰ δ’ ὑπονοστήσαντα κεχαλάσθαι, πάντα δὲ διὰ πάντων ἤδη λελειάνθαι. νυνὶ δὲ συνεχεῖς ἀνωμαλίαι καὶ παμπόλλων ὁρῶν αἱ πρὸς αἰθέριον ὕψος ὑπερβολαὶ μηνύματ’ ἐστὶ τοῦ τὴν γῆν μὴ ἀίδιον εἶναι. πάλαι γάρ, ὡς ἔφην, ἐν ἀπείρῳ χρόνῳ ταῖς ἐπομβρίαις ἀπὸ περάτων ἐπὶ πέρατα πᾶς’ ἂν λεωφόρος ἐγεγένητο· πέφυκε γὰρ ἡ ὕδατος φύσις καὶ μάλιστα ἀπὸ ὑψηλοτάτων καταράττουσα τὰ μὲν ἐξωθεῖν 1 γῆ Mang : ἐν γῆ codd. ἐφέξει M: ὑφέξει UE, ἀφέξει HP 2 ἐπιπολλάζοντος M 3 τὸν ἄνω Ε: τὸ ἄνω MUHP 4 καὶ μὴν δ’ οὐδὲ U 4. 5 κατ᾿ ἀλοίωσιν Η, κατά ἀλλοίωσιν E 7 ἅτε υήτε Wendl.: ἅτε μὴ codd. πλεονεκτοῦν μήτε om. UE ὥστε E 8 ἀντέκτησις MH τῶν δυναμένων E ἀναλογίας v (Turn.): ἀναλογίαις codd. ὑγείας PE 9 ἀποδείκνυται Ε: ... δείκνυται ἄπο om. in lac.) M, ἐπιδείκνυται UHP 11 γῆς UE: τῆς MHP (Turn.) 12 ἑκάστων E cod. r 13 κατὰ 003E; γένη Cumont coll. 86, 18 κατασκευάζειν Usener (Cumont): κατασκευάζει codd.: κατασκευάζουσι coni. Mang. 14 ὑπανεστὸς UHP: ὑπανεστὼς E, ὑπανέστη M ὑπανεστηκὸς Bevnays) οὐδ’ ἓν U αὐτῆς UE: αὖ M, αὐτὴ H P?) 15 πάντα τὰ ὄρη transp. P 16 τοσοῦτον U ἐνιαυτῶν Μ 17 διῃρημένων M πρὸς ὕψος] εἰς ὕψος UE 19 παμπόλων UE 20 αἰθέριον om. E 22 πᾶσ᾿ ἂν Buecheler: πᾶσα codd. ἐγεγένητο] ἐγένετο Μ 23 καταρράττουσα MP 10 sqq. Doxogr. p. 486, 3 sqq. Zeno frg. 106 (Arnim). τῇ βίᾳ, τὰ δὲ τῷ συνεχεῖ τῶν ψεκάδων κολάπτουσα κοιλαίνειν ὑπεργάζεσθαί τε τὴν σκληρόγεω καὶ λιθωδεστάτην ὀρυκτήρων οὐκ ἔλαττον. Καὶ μὴν ἥ γε θάλασσα, φασίν, ἤδη μεμείωται. μάρτυρες δ’ αἱ νήσων εὐδοκιμώταται Ῥόδος τε καὶ Δῆλος· αὗται γὰρ τὸ μὲν παλαιὸν ἠφανισμέναι κατὰ τῆς θαλάττης ἐδεδύκεσαν ἐπικλυζόμεναι, χρόνῳ δ’ ὕστερον ἐλαττουμένης ἠρέμα, κατ’ ὀλίγον ἀνίσχουσαι διεφάνησαν, ὡς αἱ περὶ αὐτῶν ἀναγραφεῖσαι μηνύουσιν ἱστορίαι.