εὖ καὶ ὁ Ἡράκλειτος ἐν οἷς φησι· „ψυχῇσι θάνατος ὕδωρ γενέσθαι, ὕδατι θάνατος γῆν γενέσθαι“· ψυχὴν γὰρ οἰόμενος εἶναι τὸ πνεῦμα τὴν μὲν ἀέρος τελευτὴν γένεσιν ὕδατος, τὴν δὲ ὕδατος γῆς πάλιν γένεσιν αἰνίττεται, θάνατον οὐ τὴν εἰς ἅπαν ἀναίρεσιν ὀνομάζων, ἀλλὰ τὴν εἰς ἕτερον στοιχεῖον μεταβολήν. ἀπαραβάτου δὴ καὶ συνεχοῦς τῆς αὐτοκρατοῦς ἰσονομίας ταύτης ἀεὶ 2 ἢ δεῖσαι PL: ἢ δῆσαι H, εἰδῆσαι M, αἰδεῖσθαι U θεοῦ Mang.: θείου codd. 4 αἰ] καὶ U 5 ἀλλήλας ἀντιπαραδεχόμεναι Mang.: ἀλλήλαις ἀντιπαραδέχεσθαι codd. τὰς] τοὺς M 6 εἰς seclusi; ἀεί Diels (Cumont) τίθησι seclusi: τίθεσο coni. Mang., φησί Bernays, τιθεῖσαι Buecheler, περιθέουσι Diels, περιθέει Cumont 7 post μεταβολαῖς add. καὶ Cumont 8 ἀπαθανατίζεται L (Turn.) 9 ἀμοίβοντα M προσάντις H 10 λαμβάνει scripsi: μεταλαμβάνει codd.: μεταλαμβάνει τῆς μεταβολῆς coni. Mang. τὸ δὲ U 11 6 δέ U 13 συνίζοντος δὲ V συνθλίβοιτο V: συνθλίβοιντο HP, θλίβοιτο M (Bernays) 13. 14 τὴν πολλὴν ἀνάχυσιν seclusi: τῇ πολλὴ ἀναχύσει Bernays, κατὰ τὴν πολλὴν ἀνάχυσιν (deleto μεταβολήν) Buecheler 14 πυκνουμένου v (Turn.): πυκνουμένην MHP, πηγνυμένου U 15 ψυχῇσι UHP: ψυχῆς M (Mang. Bernays) ὕδατι—γενέσθαι om. U ὕδατι HP: ὕδατος M (Mang. Bernays) 17 ἣν δὲ MP: τὴν δ’ UH πάλιν γένεσιν] παλιγγενεσίαν U 17. 18 verba εἰς ἄταν ἀναίρεσιν ὀνομάζων ἀλλὰ τὴν bis scripsit Η εἰς ἅπασαν H priore loco 19 ἀπαραβάτου Mang.: ἀπαραβλήτου UP, ἀπαραβλήτους H, ἀπεριβλήτου M 4 sqq. Ocell. Luc. I 12 ... τὰ μὲν γάρ πρῶτα κινούμενα κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως κύκλον ἀμείβοντα, διέξοδον οὐκ ἐπιδεχόμενα τῆς οὐσίας· τὰ δὲ δεύτερα, πῦρ καὶ ὕδωρ καὶ γῆ καὶ ἀήρ, ὅρον ἀμείβουσιν ἐφεξῆς καὶ συνεχῶς, οὐ μὴν τὸν κατά τόπον, ἀλλὰ τόν κατὰ μεταβολήν. (13) πῦρ μὲν γὰρ εἰς ἓν συνερχόμενον ἀέρα ἀπογεννᾷ, ἀὴρ δὲ ὕδωρ, ὕδωρ δὲ γῆν· ἀπὸ γῆς δὲ ἡ αὐτὴ περίοδος τῆς μεταβολῆς μέχρι πυρός, ὅθεν ἤρξατο μεταβάλλειν. 14 Heracl. frg. 36 (Diels). φυλαττομένης, ὥσπερ οὐκ εἰκὸς μόνον ἀλλὰ καὶ ἀναγκαῖον, ἐπεὶ τὸ μὲν ἄνισον ἄδικον, τὸ δ’ ἄδικον κακίας ἔγγονον, κακία δ’ ἐξ οἴκου τῆς ἀθανασίας πεφυγάδευται, θεῖον δέ τι διὰ τὸ μέγεθος ὁ κόσμος καὶ οἶκος θεῶν αἰσθητῶν ἀποδέδεικται, τὸ δὴ φάσκειν ὅτι φθείρεται μὴ συνορώντων ἐστὶ φύσεως εἱρμὸν καὶ πραγμάτων συνηρτημένην ἀκολουθίαν. Προσφιλοτεχνοῦντες δέ τινες τῶν ἀίδιον ὑπολαμβανόντων τὸν κόσμον εἶναι καὶ τοιούτῳ πρὸς κατασκευὴν λόγῳ χρῶνται· φθορᾶς τέτταρας εἶναι τρόπους τοὺς ἀνωτάτω συμβέβηκε, πρόσθεσιν ἀφαίρεσιν μετάθεσιν ἀλλοίωσιν. δυὰς μὲν οὖν προσθέσει μονάδος εἰς τριάδα φθείρεται μηκέτι μένουσα δυάς, τετρὰς δ’ ἀφαιρέσει μονάδος εἰς τριάδα, μεταθέσει δὲ τὸ Ι στοιχεῖον εἰς Η, ὅταν αἱ μὲν ἐγκάρσιοι παράλληλοι πρὸς ὀρθὰς διαναστῶσιν, ἡ δὲ πρὸς ὀρθὰς ἐπεζευγμένη πλαγιασθεῖσα συνάψῃ τὰς παρ’ ἑκάτερα, κατ’ ἀλλοίωσιν δὲ μεταβάλλων οἶνος εἰς ὄξος. τῶν δὲ κατειλεγμένων τρόπων οὐδεὶς ἐφάπτεται τοῦ κόσμου τὸ παράπαν. ἐπεὶ καὶ τί φῶμεν; προστίθεσθαί τι τῷ κόσμῳ πρὸς ἀναίρεσιν; ἀλλ’ οὐδέν ἐστιν ἐκτός, ὃ μὴ μέρος γέγονεν αὐτοῦ τοῦ ὅλου· περιέχεται γὰρ καὶ κατακρατεῖται. ἀλλ’ ἀφαιρεῖσθαι; πρῶτον μὲν τὸ ἀφαιρεθὲν πάλιν κόσμος ἔσται, τοῦ νῦν βραχύτερος· ἔπειτα δ’ ἀμήχανον ἔξω τι σῶμα τοῦ ὅλου διαρτηθὲν τῆς συμφυίας σκεδασθῆναι. ἀλλὰ τὰ μέρη μετατίθεσθαι; μενεῖ μὲν οὖν ἐν ὁμοίῳ τοὺς τόπους οὐκ ἐναλλάττοντα· οὐ γὰρ ἐποχήσεταί ποτε οὔτε ὕδατι πᾶσα γῆ οὔθ’ ὕδωρ ἀέρι οὔτε ἀὴρ πυρί, ἀλλὰ 2 τὸ δὲ HP 3 θεῖον δέ τι διά τὸ μέγεθος scripsi: θεῖον δέ τι μέγεθος codd.: θεῖον δέ τι τέμενος Bernays, θεῖον δέ τι μέγαρον Buecheler, θεῖος δὲ τὸ μέγεθος coni. Cumonet, θεῖον δέ τι, μᾶλλον δέ μέγας θεὸς coni. Wendl. 4 θεῶν Mang.: codd. τὸ δὴ Bernays: τὸ δὲ codd. φθείρ . . . (spat. —3 litt.) M 8 τρόπους] τόπους M συμβέβηκεν M πρόθεσιν U 9 ἀλοίωσιν H, καὶ ἀλλοίωσιν Ε προθέσει V 11 τό I Cumont: τὸ ζ HPE, τὸ ζῆτα U, τοῦ ζῆτα M εἰς H Cumont: εἰς η HPE, εἰς ἦτα MU καὶ τὸ ἡ L (Turn. in textu) ; οὕτω τὸ ζ στοιχεῖον παρὰ τοῖς ἀρχαίοις ἐτυπώθη mg Η αἱ om. H παράλληλοι HPE: παραλλήλαις M, παραλλήλους U 12. 13 παρ᾿ ἑκάτερον M 13 μεταβάλλον U 15 προστίθεσθαι v (Turn.): προστίθεται MUHP, προστιθέναι E 16 αὐτοῦ τοῦ ὅλου scripsi: αὐτοῦ ὅλου codd. (v) ; αὖ τοῦ ὅλου coni. Mang., αὐτοῦ ὅλον Hernays, αὐγοῦ· ὅλον Cumont; fortasse ὅλου tamquam glossema secludendum καὶ κρατεῖται HP (Turn.) 17 κόσμος πάλιν E cod. a 18 δ’ post ἔπειτα addidi 20 μενεῖ Bernays: μένει codd. ἐναλλάττοντα UE: ἐναλάττοντα MHP 20.21 ἐποχηθήσεται E 21 οὔτε ὕδατι Buecheler: ἔτι ὕδατι codd. πᾶσα ἡ γῆ E οὔτ’ ἀὴρ U, καὶ οὗτος Ε 3. 4 Doxogr. p. 464, 19 (Arius Didynnis) λέγεσθαι δὲ κόσμον καὶ τὸ οἰκητήριον θεῶν καὶ ἀνθοώπων. τὰ μὲν φύσει βαρέα, γῆ καὶ ὕδωρ, τὸν μέσον ἐφέξει τόπον, γῆς μὲν θεμελίου τρόπον ὑπερειδούσης, ὕδατος δ’ ἐπιπολάζοντος, ἀὴρ δὲ καὶ πῦρ, τὰ φύσει κοῦφα, τὸν ἄνω, πλὴν οὐχ ὁμοίως· ἀὴρ γὰρ πυρὸς ὄχημα γέγονε, τὸ δ’ ἐποχούμενον ἐξ ἀνάγκης ὑπερφέρεται.