<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg029.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg029.1st1K-grc1" subtype="section" n="11"><p>ἔλεγέ τε, ὡς
ἔστιν ἀκούειν, κατακερτομῶν, ὅτι πάλαι μὲν ἐδεδίει περὶ τῆς οἰκίας, μὴ
βιαίοις πνεύμασιν ἢ χειμῶσιν ἐξαισίοις ἢ χρόνῳ ἢ ῥᾳθυμίᾳ τῆς ἁρμοττούσης
ἐπιμελείας ἀνατραπῇ, νυνὶ δὲ φόβον ἐπικρέμασθαι μείζονα πρὸς <lb n="10"/>
 τῶν τὸν ἅπαντα κόσμον τῷ λόγῳ καθαιρούντων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg029.1st1K-grc1" subtype="section" n="12"><p>ἔνιοι δ’ οὐκ Ἀριστοτέλην
τῆς δόξης εὑρετὴν λέγουσιν ἀλλὰ τῶν Πυθαγορείων τινάς. ἐγὼ
δὲ καὶ Ὀκέλλου συγγράμματι, Λευκανοῦ γένος, ἐπιγραφομένῳ ’Περὶ τῆς
τοῦ παντὸς φύσεως’ ἐνέτυχον, ἐν ᾧ ἀγένητόν τε καὶ ἄφθαρτον οὐκ ἀπεφαίνετο
μόνον ἀλλὰ καὶ δι’ ἀποδείξεων <milestone unit="altpage1" n="p. 490 M."/>  κατεσκεύαζε τὸν κόσμον εἶναι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg029.1st1K-grc1" subtype="section" n="13"><p><milestone unit="altref" n="4"/> γενητὸν δὲ καὶ ἄφθαρτόν φασιν ὑπὸ Πλάτωνος ἐν Τιμαίῳ δηλοῦσθαι <lb n="16"/>
διὰ τῆς θεοπρεποῦς ἐκκλησίας, ἐν ᾗ λέγεται πρὸς τοὺς νεωτέρους θεοὺς
ὑπὸ τοῦ πρεσβυτάτου καὶ ἡγεμόνος· „θεοὶ θεῶν, <add>ὧν</add> ἐγὼ δημιουργὸς
<note xml:lang="mul" type="footnote"><lb/>1 τις post ὁ δέ om. M τὴν διακόσμησιν MU: τ·ὴν om. HP (v)
<lb/>2 κατὰ τὴν ἐκπύρωσιν M: κατὰ τῆς ἐκπυρώσεως UHP (μετὰ τῆς ἐκπυρώσεως Turn.) 
<lb/>3 μήποτ᾿—ἐνιστάμενος om. Ε μήποτ’ HP, μήποτε U: μηδέποτε M 3.
<lb/>4 ἐνιστάμενος Bernays: ἐπιστάμενος codd.
<lb/>4 ἀγένητον ME: ἀγέννητον UHP 
<lb/>5 καταγίνωσκε E χειροτηήτων HP
<lb/>6 τοσοῦτον ὁρατὸν θεόν] τό τοσοῦτον ἔργον θεοῦ E (Turn. in append.) 6—15 ἥλιον καὶ σελήνην—τὸν κόσμον εἶναι om. E
<lb/>7 πάνθειον Mang.: πάν θεῖον codd. ἔλεγεν M 
<lb/>8 κατακερτομῶν codd.: καὶ κατακερτομῶν v
<lb/>9 πνεύμασιν] ῥεύμασιν Bernays 
<lb/>10 ἐπικρέμασθαι Diels: ἐπικρεμάσαι U, ἐπικεκρεμάσθαι ΜΗΡ (v)
<lb/>11 τῶν om. MU δὲ M 11.
<lb/>12 ἀριστοτέλην codd.: ᾿Αριστοτέλη v
<lb/>12 ἀλλὰ codd.: ἀλλὰ καὶ ν πυθαγορείων U, πυθαγορίων Μ
<lb/>13 συγγράμματι] γράμ(ματι) M (Bernays) ἐπιγραφομένου M περὶ] παρὰ ΗΡ1
<lb/>14 ἀγένητον M: ἀγέννητον ceteri 
<lb/>15 μόνον V (Turn.): μὲν οὑν codd. ἀποδείξεων MU: ἀποδείξεως HP (Turn.) 
<lb/>16 γενητόν ME: γεννητὸν UHP δὲ] τε M ἐν Τιμαίω in marg. M, om. in textu 17—77,
<lb/>6 διά τῆς θεοπρεποῦς ἐκκλησίας—ὅτε ἐγίγνεσθε συνεδεῖσθε om. E 
<lb/>18 θεοὶ θεῶν Plato (Turn.): θεὸς θεῶν codd. ὧν Plato (Turn.): om. codd.</note> <note xml:lang="lat" type="footnote"><lb/>3 sqq. Arist. frg.
<lb/>18 (ed. Rose, Lips. 1886). J. Rernays, Dialoge d. Aristoteles p. 101.
<lb/>13 Ocell. Luc. I
<lb/>2 δοκεῖ γάρ μοι τὸ πᾶν ἀνώλεθρον εἶναι καὶ ἀγένητον· ἀεί τε γάρ ἢν καὶ ἔσται.
<lb/>16 sqq. Plat. Tim. 41a (cf. Rawack, De Platonis Timaeo, Berolini 1888 p.
<lb/>15 ss.).</note>  

<pb n="v.6.p.77"/>
πατήρ τε ἔργων, ἄλυτα ἐμοῦ γε μὴ θέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν
λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ.
δι’ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὔκ ἐστε οὐδ’ ἄλυτοι τὸ πάμπαν,
οὔτι γε μὴν λυθήσεσθέ γε, οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς
<lb n="5"/> βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς
ὅτε ἐγίγνεσθε συνεδεῖσθε.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg029.1st1K-grc1" subtype="section" n="14"><p>τινὲς δὲ οἴονται σοφιζόμενοι κατὰ Πλάτωνα γενητὸν λέγεσθαι τὸν κόσμον οὐ τῷ λαβεῖν γενέσεως ἀρχήν, ἀλλὰ τῷ,
εἴπερ ἐγίγνετο, μὴ ἂν ἑτέρως ἢ τὸν εἰρημένον συστῆναι τρόπον, ἢ διὰ
τὸ ἐν γενέσει καὶ μεταβολῇ τὰ μέρη θεωρεῖσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg029.1st1K-grc1" subtype="section" n="15"><p>βέλτιον δὲ καὶ ἀληθέστερον <lb n="10"/> ὑπονοεῖν τὸ πρότερον, οὐ μόνον ὅτι διὰ παντὸς τοῦ συγγράμματος
πατέρα μὲν καὶ ποιητὴν καὶ δημιουργὸν τὸν θεοπλάστην ἐκεῖνον
καλεῖ, ἔργον δὲ καὶ ἔγγονον τουτονὶ τὸν κόσμον, ἀπ’ ἀρχετύπου <add>καὶ</add>
νοητοῦ παραδείγματος μίμημα αἰσθητόν, πάνθ’ ὅσα ἐν ἐκείνῳ νοητὰ
περιέχοντα αἰσθητὰ ἐν αὑτῷ, τελειοτάτου πρὸς νοῦν τελειότατον ἐκμαγεῖον
<lb n="15"/> πρὸς αἴσθησιν,</p></div></div></body></text></TEI>