ἔλεγέ τε, ὡς ἔστιν ἀκούειν, κατακερτομῶν, ὅτι πάλαι μὲν ἐδεδίει περὶ τῆς οἰκίας, μὴ βιαίοις πνεύμασιν ἢ χειμῶσιν ἐξαισίοις ἢ χρόνῳ ἢ ῥᾳθυμίᾳ τῆς ἁρμοττούσης ἐπιμελείας ἀνατραπῇ, νυνὶ δὲ φόβον ἐπικρέμασθαι μείζονα πρὸς τῶν τὸν ἅπαντα κόσμον τῷ λόγῳ καθαιρούντων. ἔνιοι δ’ οὐκ Ἀριστοτέλην τῆς δόξης εὑρετὴν λέγουσιν ἀλλὰ τῶν Πυθαγορείων τινάς. ἐγὼ δὲ καὶ Ὀκέλλου συγγράμματι, Λευκανοῦ γένος, ἐπιγραφομένῳ ’Περὶ τῆς τοῦ παντὸς φύσεως’ ἐνέτυχον, ἐν ᾧ ἀγένητόν τε καὶ ἄφθαρτον οὐκ ἀπεφαίνετο μόνον ἀλλὰ καὶ δι’ ἀποδείξεων κατεσκεύαζε τὸν κόσμον εἶναι. γενητὸν δὲ καὶ ἄφθαρτόν φασιν ὑπὸ Πλάτωνος ἐν Τιμαίῳ δηλοῦσθαι διὰ τῆς θεοπρεποῦς ἐκκλησίας, ἐν ᾗ λέγεται πρὸς τοὺς νεωτέρους θεοὺς ὑπὸ τοῦ πρεσβυτάτου καὶ ἡγεμόνος· „θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς 1 τις post ὁ δέ om. M τὴν διακόσμησιν MU: τ·ὴν om. HP (v) 2 κατὰ τὴν ἐκπύρωσιν M: κατὰ τῆς ἐκπυρώσεως UHP (μετὰ τῆς ἐκπυρώσεως Turn.) 3 μήποτ᾿—ἐνιστάμενος om. Ε μήποτ’ HP, μήποτε U: μηδέποτε M 3. 4 ἐνιστάμενος Bernays: ἐπιστάμενος codd. 4 ἀγένητον ME: ἀγέννητον UHP 5 καταγίνωσκε E χειροτηήτων HP 6 τοσοῦτον ὁρατὸν θεόν] τό τοσοῦτον ἔργον θεοῦ E (Turn. in append.) 6—15 ἥλιον καὶ σελήνην—τὸν κόσμον εἶναι om. E 7 πάνθειον Mang.: πάν θεῖον codd. ἔλεγεν M 8 κατακερτομῶν codd.: καὶ κατακερτομῶν v 9 πνεύμασιν] ῥεύμασιν Bernays 10 ἐπικρέμασθαι Diels: ἐπικρεμάσαι U, ἐπικεκρεμάσθαι ΜΗΡ (v) 11 τῶν om. MU δὲ M 11. 12 ἀριστοτέλην codd.: ᾿Αριστοτέλη v 12 ἀλλὰ codd.: ἀλλὰ καὶ ν πυθαγορείων U, πυθαγορίων Μ 13 συγγράμματι] γράμ(ματι) M (Bernays) ἐπιγραφομένου M περὶ] παρὰ ΗΡ1 14 ἀγένητον M: ἀγέννητον ceteri 15 μόνον V (Turn.): μὲν οὑν codd. ἀποδείξεων MU: ἀποδείξεως HP (Turn.) 16 γενητόν ME: γεννητὸν UHP δὲ] τε M ἐν Τιμαίω in marg. M, om. in textu 17—77, 6 διά τῆς θεοπρεποῦς ἐκκλησίας—ὅτε ἐγίγνεσθε συνεδεῖσθε om. E 18 θεοὶ θεῶν Plato (Turn.): θεὸς θεῶν codd. ὧν Plato (Turn.): om. codd. 3 sqq. Arist. frg. 18 (ed. Rose, Lips. 1886). J. Rernays, Dialoge d. Aristoteles p. 101. 13 Ocell. Luc. I 2 δοκεῖ γάρ μοι τὸ πᾶν ἀνώλεθρον εἶναι καὶ ἀγένητον· ἀεί τε γάρ ἢν καὶ ἔσται. 16 sqq. Plat. Tim. 41a (cf. Rawack, De Platonis Timaeo, Berolini 1888 p. 15 ss.). πατήρ τε ἔργων, ἄλυτα ἐμοῦ γε μὴ θέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. δι’ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὔκ ἐστε οὐδ’ ἄλυτοι τὸ πάμπαν, οὔτι γε μὴν λυθήσεσθέ γε, οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίγνεσθε συνεδεῖσθε.“ τινὲς δὲ οἴονται σοφιζόμενοι κατὰ Πλάτωνα γενητὸν λέγεσθαι τὸν κόσμον οὐ τῷ λαβεῖν γενέσεως ἀρχήν, ἀλλὰ τῷ, εἴπερ ἐγίγνετο, μὴ ἂν ἑτέρως ἢ τὸν εἰρημένον συστῆναι τρόπον, ἢ διὰ τὸ ἐν γενέσει καὶ μεταβολῇ τὰ μέρη θεωρεῖσθαι. βέλτιον δὲ καὶ ἀληθέστερον ὑπονοεῖν τὸ πρότερον, οὐ μόνον ὅτι διὰ παντὸς τοῦ συγγράμματος πατέρα μὲν καὶ ποιητὴν καὶ δημιουργὸν τὸν θεοπλάστην ἐκεῖνον καλεῖ, ἔργον δὲ καὶ ἔγγονον τουτονὶ τὸν κόσμον, ἀπ’ ἀρχετύπου καὶ νοητοῦ παραδείγματος μίμημα αἰσθητόν, πάνθ’ ὅσα ἐν ἐκείνῳ νοητὰ περιέχοντα αἰσθητὰ ἐν αὑτῷ, τελειοτάτου πρὸς νοῦν τελειότατον ἐκμαγεῖον πρὸς αἴσθησιν,