Ἔτι τοίνυν κἀκεῖνό μοι δοκεῖ μὴ ἀπὸ σκοποῦ τοῖς ἰχνηλατοῦσι τἀληθὲς εἰρῆσθαι· φθειρόμενος ὁ κόσμος ἤτοι ὑπό τινος ἑτέρας φθαρήσεται αἰτίας ἢ ὑπὸ θεοῦ. ὑπ’ ἄλλου μὲν οὐδενὸς τὸ παράπαν δέξεται διάλυσιν· οὐδὲν γάρ ἐστιν ὃ μὴ περιέχει· τὸ δὲ περιεχόμενον καὶ κατακρατούμενον ἀσθενέστερον δήπου τοῦ περιέχοντος, ὑφ’ οὗ καὶ κατακρατεῖται. ὑπὸ δὲ θεοῦ φθείρεσθαι λέγειν αὐτὸν πάντων ἀνοσιώτατον· ὁ γὰρ θεὸς οὐκ ἀταξίας καὶ ἀκοσμίας καὶ φθορᾶς ἀλλὰ τάξεως καὶ εὐκοσμίας καὶ ζωῆς καὶ παντὸς αἴτιος ἀνωμολόγηται τοῦ ἀρίστου παρὰ τοῖς τἀληθῆ δοξάζουσι. Θαυμάσαι δ’ ἄν τις τοὺς τὰς ἐκπυρώσεις καὶ παλιγγενεσίας θρυλοῦντας οὐ μόνον ἕνεκα τῶν εἰρημένων, οἷς ἀπελέγχονται ψευδοδοξοῦντες, ἀλλὰ καὶ δι’ ἐκεῖνο μάλιστα. τεττάρων γὰρ ὄντων στοιχείων, ἐξ ὧν ὁ κόσμος συνέστηκε, γῆς, ὕδατος, ἀέρος, πυρός, τίνος ἕνεκα πάντων ἀποκληρωσάμενοι τὸ πῦρ τὰ ἄλλα φασὶν εἰς τοῦτο μόνον ἀναλυθήσεσθαι; δέον γάρ, εἴποι τις ἄν, — πῶς οὔκ; — εἰς ἀέρα ἢ ὕδωρ ἢ γῆν· ὑπερβάλλουσαι γὰρ καὶ ἐν τούτοις εἰσὶ δυνάμεις. ἀλλ’ οὐδεὶς ἐξαεροῦσθαι ἢ ἐξυδατοῦσθαι ἢ ἀπογεοῦσθαι τὸν κόσμον εἶπεν, ὥστ’ εἰκὸς ἦν μηδὲ ἐκπυροῦσθαι φάναι. 1 φέρε δὲ M πάντων γὰρ E 2 ἔστι Ε. ἐστι MUHP (v) τι om. UE ῥοία γὰρ E: γὰρ om. MUHP 3 πικνὸν (e πικρὸν corr.) M ψυχρὸν ἢ πυκνὸν transp. HP 4 ἐπιδείξαι Diels: ἐπιχῆται MUHP, ἐπίσχηται LE ἐπίσχηται δήπου E cod. a) ; ἐπίσχοι v; ἐπιφήναι conieceram, ἐπισημῆναι coni. Wendl. ἐκπυρώσεως E (Cumont) : πυρώσεως MUHP (v) 5 ἀλλωτρίωσις M 6 ὡς τοῖς] αὐτοῖς L (Turn.) 9 ἑτέρας om. Ε 10 μὲν] δὲ E; μὲν 003E; coni. Wendl. 11. 12 κατακρατούμενον Mang. (Diels): κρατούμενον codd. 12 ἀστενέστερον P καὶ post ὑφ’ οὗ seclusit Cumont 14 εὐταξίας H καὶ ante φθορᾶς om. l 15 ἀνωμολόγηται τοῦ ἀρίστου] ἀγαθοῦ ἀνωμολόγηται E παρὰ] περὶ M 16 τοῖς om. HP (v) τἀληθῆ H(P?)E: ἀληθῆ MU 17 θαυμάσαι δ’ ἄν τις— 107,5 συνηρτημένην ἀκολουθίαν om. E 18 θρυλλοῦντας U (v) 20 συνέστηκεν MU ἕνεκα codd.: ἕνεκεν v 21 τά ἄλλα UHP: τἄλλα M ἀναλυθήσεσθαι ex ἀναλυστήσεσθαι corr. M, ἀναληθήσεσθαι U 21. 22 δέον γάρ] δεόντως coni. Cumont: γάρ post πῶς transponendum censuit Mang. 22 εἴποι τις ἄν MU: εἰπόντες ἄν HP; εἰπέ τις ἄν Turn. ὑπερβάλλουσαι—εἶπεν (24) repet. U post θάνατον (106. 2) 24 μηδὲ UV: μηδ’ U, μὴν δὲ M Χρὴ μέντοι καὶ τὴν ἐνυπάρχουσαν ἰσονομίαν τῷ κόσμῳ κατανοήσαντας ἢ δεῖσαι ἢ αἰδεσθῆναι τοσούτου θεοῦ κατηγορεῖν θάνατον· ὑπερβάλλουσα γάρ τις τῶν τεττάρων ἀντέκτισις δυνάμεων ἰσότητος κανόσι καὶ δικαιοσύνης ὅροις σταθμωμένων τὰς ἀμοιβάς. καθάπερ γὰρ αἱ ἐτήσιοι ὧραι κύκλον ἀμείβουσιν ἀλλήλας ἀντιπαραδεχόμεναι πρὸς τὰς ἐνιαυτῶν οὐδέποτε ληγόντων περιόδους, [εἰς] τὸν αὐτὸν τρόπον [τίθησι] καὶ τὰ στοιχεῖα τοῦ κόσμου ταῖς εἰς ἄλληλα μεταβολαῖς, τὸ παραδοξότατον. θνῄσκειν δοκοῦντα ἀθανατίζεται δολιχεύοντα ἀεὶ καὶ τὴν αὐτὴν ὁδὸν ἄνω καὶ κάτω συνεχῶς ἀμείβοντα. ἡ μὲν οὖν προσάντης ὁδὸς ἀπὸ γῆς ἄρχεται· τηκομένη γὰρ εἰς ὕδωρ [μετα]λαμβάνει τὴν μεταβολήν, τὸ δ’ ὕδωρ ἐξατμιζόμενον εἰς ἀέρα, ὁ δ’ ἀὴρ λεπτυνόμενος εἰς πῦρ· ἡ δὲ κατάντης ἀπὸ κεφαλῆς, συνίζοντος μὲν πυρὸς κατὰ τὴν σβέσιν εἰς ἀέρα, συνίζοντος δ’ ὁπότε συνθλίβοιτο εἰς ὕδωρ ἀέρος, ὕδατος δὲ [τὴν πολλὴν ἀνάχυσιν] κατὰ τὴν εἰς γῆν πυκνουμένου μεταβολήν.