ἐπὶ δὲ τοῦ παντὸς γενήσεται τοὐναντίον· τὸ μὲν γὰρ σπέρμα καὶ μεῖζον ἔσται καὶ πλείονα τόπον ἐφέξει, τὸ δ’ ἀποτέλεσμα βραχύτερον καὶ ἐν ἐλάττονι φανεῖται τόπῳ, καὶ ὁ κόσμος ἐκ σπέρματος συνιστάμενος οὐκ ἐκ τοῦ κατ’ ὀλίγον ἐπιδώσει πρὸς αὔξησιν, ἀλλ’ ἔμπαλιν ἐξ ὄγκου μείζονος εἰς ἐλάττονα συναιρεθήσεται. τὸ δὲ λεγόμενον ῥᾴδιον συνιδεῖν· ἅπαν σῶμα ἀναλυόμενον εἰς πῦρ ἀναλύεταί τε καὶ χεῖται, σβεννυμένης δὲ τῆς ἐν αὐτῷ φλογός, στέλλεται καὶ συνάγεται· πίστεων δὲ τοῖς οὕτως ἐμφανέσι πρὸς μαρτυρίαν ὡς ἀδηλουμένοις οὐδεμία χρεία. καὶ 1 δὲ] δὴ Buecheler (Cumont) αὐτοῦ Mang. : αὐτῶν codd.; αὐτῷ Bernays (Cumont) 2 διττὴν] δεῖ τὴν Buecheler (Cumont) 4 καὶ] κἀκ Diels (Cumont) ἣν bis scripsit M 5 δὴ] δὲ coni. Mang. λέγων HP 7 ἀναλωθέντων coni. Buecheler 8 χωλὴν HP: χολὴν HP: χολὴν σχ. λὴν M; κωφὴ coni. Mang. ἀτελῆ καὶ transp. U 9 ὧ HP: ὡς MU ἐφιδρύεσθαι H (et ut vid. P): ἐφυδρίεσθαι M, ἐφιδρῦσθαι U 10 αὐτῆς U: ἑαυτῆς MHP ἐναργείας Mang.: ἐνεργείας codd. 11 ἔτι MP: ἔτι ex ἔστι corr. U. ἔστι Η 13. 14 περιμηκέστατα καὶ πιότατα transp. U 15 τὸν ante γειτνιῶντα om. M 16 γενηθέντα M 18 ἐφέξει P: ὑφέξει MUH 21 συναναιρεθήσεται M; συναχθήσεται coni. Mang. 22 ἀναλύεται corruptum: ἐλαύνεται conicio (cf. 104,6 ἐλάσεως) ; διαλύεται Bernays, ἀναδίδοται coni. Diels τε om. H (v) 23 πίστεων H: πίστεως P, πιστέον M, πειστέον U 24 οὕτως] οὗ M 17 sq. Plut. de commun. notit. 35 p. 1077 a ἀλλά τῶν φυσικωτέρων λεγομένων ἀρ’ οὐ παρὰ τὴν ἔννοιάν ἐστι σπέρμα πλέον εἶναι καὶ μεῖζον ἢ τὸ γεννώμενον ἐξ αὐτοῦ; μὴν ὁ κόσμος ὁ πυρωθεὶς γενήσεται μείζων, ἅτε συμπάσης τῆς οὐσίας εἰς τὸν λεπτότατον ἀναλυθείσης αἰθέρα. ὅ μοι δοκοῦσι καὶ οἱ Στωικοὶ προϊδόμενοι κενὸν ἄπειρον ἐκτὸς τοῦ κόσμου τῷ λόγῳ καταλιπεῖν, ἵν’, ἐπειδὴ χύσιν ἀπέραντόν τινα ἔμελλε λήψεσθαι, μὴ ἀπορῇ τοῦ δεξομένου χωρίου τὴν ἀνάχυσιν. ὅτε μὲν οὖν εἰς τοσοῦτον ἐπιδέδωκε καὶ συνηύξηται, ὡς μονονουχὶ τῇ ἀορίστῳ τοῦ κενοῦ φύσει τῷ τῆς ἐλάσεως ἀπειρομεγέθει συνδραμεῖν, σπέρματος ἔχει καὶ τοῦτο λόγον, ὅτε δὲ κατὰ τὴν παλιγγενεσίαν ἐκ τελείων τῶν μερῶν τῆς συμπάσης οὐσίας * * *, στελλομένου μὲν κατὰ τὴν σβέσιν τοῦ πυρὸς εἰς παχὺν ἀέρα, στελλομένου δ’ ἀέρος εἰς ὕδωρ καὶ συνίζοντος, παχυνομένου δ’ ἔτι μᾶλλον ὕδατος κατὰ τὴν εἰς γῆν, τὸ πυκνότατον τῶν στοιχείων, μεταβολήν. ἔστι δὲ ταῦτα παρὰ τὰς κοινὰς ἐννοίας τῶν δυναμένων ἀκολουθίαν πραγμάτων ἐκλογίζεσθαι. Δίχα τοίνυν τῶν εἰρημένων κἀκείνῳ χρήσαιτ’ ἄν τις εἰς πίστιν, ὃ καὶ τοὺς μὴ πέρα τοῦ μετρίου φιλονεικεῖν αἱρουμένους ἐπισπάσεται. τῶν ἐν ταῖς συζυγίαις ἐναντίων ἀμήχανον τὸ μὲν εἶναι, τὸ δὲ μή· λευκοῦ γὰρ ὄντος ἀνάγκη καὶ μέλαν ὑπάρχειν καὶ μεγάλου βραχὺ καὶ περιττοῦ ἄρτιον καὶ γλυκέος πικρὸν καὶ ἡμέρας νύκτα καὶ ὅσα τούτοις ὁμοιότροπα. γενομένης δ’ ἐκπυρώσεως, ἀδύνατόν τι συμβήσεται· τὸ μὲν γὰρ ἕτερον ὑπάρξει τῶν ἐν ταῖς συζυγίαις. τὸ δὲ ἕτερον οὐκ ἔσται. 3 προϊδόμενοι M: προειδόμενοι UHP (v) 4 ἀπορῇ UP: ἀπορρῆ H, ἀπορεῖν M 5 ὅτε Η: ὅτι MUP τοσοῦτο U 6 μονονουχὶ M: μονονουχὶ καὶ UHP (v) ἐλάσεως] ἔλα . . . (spat. 3 — 4 litt.) M 7 ἀπειρομεγέθει codd.: ἀπείρῳ μεγέθει ἔχει καὶ τοῦτο M: ἔχει καὶ τοὺς Η ἔχει κατ’ αὐτοὺς v), oblitt. in P, τοὺς (om. ἔχει καὶ) U καὶ τοῦτο] κἀν τούτῳ conicio, κατὰ τοῦτο coni. Wendl. ὅτε δὲ M: ὅτε δὴ HP, ὅτι δὲ U N παλιγγενεσίαν MU: ἐπαγγελίαν ἐσίαν P. ἐπαγγελίαν αἰσίαν Η (Turn.) ἐκ τελείων τῶν μερῶν MHP: ἐκ τελείων μερῶν U: ἐκτελῆ τῶν μερῶν Mang., ἐκτελειοῦται μείων Cumont lacunam post οὐσίας indicavit Mang. (Bernays) 10 δὲ M δ’ ἔτι] δέ τι Η 11. 12 ἔστι δὲ] ἔστι δὴ Cumont 12 δυναμένων UHP: δυνάμεων M (v, sed Mang. corr. in adnot.) πραγμάτων Diels: πράγματος codd. 13 ἐκλογίσασθαι P 14 χρήσαιτ’ M: χρήσαιτο UHPE 15 ἰοὺς] τοῖς M πέρα] πέραν Mang. τοῦ μέτρου Ε φιλονικεῖν Cumont 18 πικρὸν] πικνὸν P 20 τὸ δ’ ἕτερον E 3 Aet. Plac. I 18, 5 (Doxogr. p. 316 b 11) Ζήνων καὶ oi ἀπ’ αὐτοῦ ἐντὸς μὲν ἰοῦ κόσμου μηδὲν εἶναι κενόν, ἔξω δ’ αὐτοῦ ἄπειρον (Zen. frg. 95 Arnim). Diog. La. VII 140 . . . ἔξωθεν δ’ αὐτοῦ τοῦ κόσμου) περικεχυμένον εἶναί τύ κενὸν ἄπειρον, ὅπερ ἀσώματον εἶναι. Aet. Plac. II 9, 2 (Doxogr. p. 338, 1(1) οἱ Στωικοὶ (ἐκτὸς τοῦ κόσμου) εἶναι κενόν, εἰς κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται 6 κόσμος ἄπειρος ὤν. Chrysippi frg. 535. 538. 543 (Arnim). φέρε δ’ οὑτωσὶ θεασώμεθα· πάντων εἰς πῦρ ἀναλυθέντων, κοῦφον μὲν ἔσται τι καὶ μανὸν καὶ θερμόν — ἴδια γὰρ πυρὸς ταῦτα —, βαρὺ δ’ οὐδὲν ἢ πυκνὸν ἢ ψυχρόν, τὰ τοῖς λεχθεῖσιν ἐναντία. πῶς οὖν ἄν τις ἐπιδείξαι μᾶλλον τὴν πεπλεγμένην ἐκ τῆς ἐκπυρώσεως ἀκοσμίαν ἢ τὰ φύσει συνυπάρχοντα δεικνὺς ἀπαρτώμενα τῆς συζυγίας; ἡ δ’ ἀλλοτρίωσις ἐπὶ τοσοῦτον κεχώρηκεν, ὡς τοῖς μὲν ἀιδιότητα προσομολογεῖν, τοῖς δὲ τὸ ἀνύπαρκτον.