Ἐπὶ μὲν παντὸς ἀδήλου καὶ σπουδαίου πράγματος θεὸν καλεῖν ΙΙ p. 487 M. ἄξιον, διότι ἀγαθός ἐστι γεννητὴς καὶ οὐδὲν ἄδηλον παρ’ αὐτῷ τὴν τῶν ὅλων ἀκριβεστάτην ἐπιστήμην εἰληχότι, πρὸς δὲ τὸν ὑπὲρ ἀφθαρσίας τοῦ κόσμου λόγον ἀναγκαιότατον· οὔτε γὰρ ἐν αἰσθητοῖς παντελέστερόν τι τοῦ κόσμου οὔτε ἐν νοητοῖς θεοῦ τελεώτερον, αἰεὶ δ’ αἰσθήσεως ἡγεμὼν νοῦς καὶ νοητὸν αἰσθητοῦ, τὰ δὲ τῶν ὑπηκόων παρ’ ἡγεμόνος τε καὶ ἐπιστάτου νόμος φιλοπευστεῖν, οἷς ἐμπέφυκε πόθος ἀληθείας πλείων. εἰ μὲν οὖν ἐνασκηθέντες τοῖς φρονήσεως καὶ σωφροσύνης καὶ πάσης ἀρετῆς δόγμασιν ἀπερρυψάμεθα τὰς ἐκ παθῶν καὶ νοσημάτων κηλῖδας, οὐκ ἂν ἴσως ἀπηξίωσεν ὁ θεὸς ἄκρως κεκαθαρμέναις καὶ φαιδρυναμέναις αὐγοειδῶς ψυχαῖς ἐπιστήμην τῶν οὐρανίων ἢ δι’ ὀνειράτων ἢ διὰ χρησμῶν ἢ διὰ σημείων ἢ τεράτων ὑφηγεῖσθαι· ἐπεὶ δὲ τοὺς ἀφροσύνης καὶ ἀδικίας καὶ τῶν ἄλλων κακιῶν ἀναμαξάμενοι [στοχασμοὺς καὶ] τύπους Tit. Φίλωνος ἰουδαίου περὶ ἀφθαρσίας κόσμου UH. τοῦ αὐτοῦ περὶ ἀφθαρσίας κόσμου P, φίλωνος περὶ τῆς τοῦ κόσμου γενέσεως Μ 1. 2 θεὸν καλεῖν ἄξιον HP: ἐγκαλεῖν ἄξιον MU (έγκαλεῖν ἄξιον θεόν Bernays) 2 γεννητὴς] γενετῆς mg Η2Ρ2 (γενέτης v) 5 αἰεὶ MHP: εἰ U 7 νόμος Bernays: πόνος codd.: πόνος vel φθόνος coni. Mang. πλείων v (Turn.): πλέον codd. (cf. de vita cout. § 35) 8 οὖν om. P1 τοῖς M: τῆς UHP πάσης MU: πᾶσιν HP (Turn.) 9 ἀπερρυψάμεθα P (coni. Mang.): ἀπερυψάμεθα U. ἀπερρϊψάμεθα Η (v), ἀπεριψάμεθα M 10 ἴσως om. HP (Turn.) φαιδρυναμέναις MUH2: φαιδρυνομέναις Η1Ρ 10. 11 αὐγοειδῶς Mang.: αὐτοειδῶς codd. 11 ψυχαῖς M: εὐχαῖς UHP (Turn.) χρησμῶν scripsi: χρήσεων codd. 12 δ·ὲ MU: δέ καὶ ΗΡ (v) 13 στοχασμοὺς καὶ seclusi; μολυσμοὺς (pro στοχασμοὺς) Bernays, τὰ ἐγκαύματα vel τἀς εἰκόνας (pro τοὺς στοχασμοὺς) coni. Mang. 1 cf. Plat. Tim. 27 c ὅσοι καὶ κατὰ βραχὺ σωφροσύνης μετέχουσιν. ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ καὶ μεγάλου πράγματος θεὸν ἀεί που καλοῦσιν, ἡμᾶς δέ τοὺς περὶ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας ᾗ γέγονεν ἢ καὶ ἀγεννές ἐστιν . . . ἀνάγκη θεούς τε καὶ θεὰς ἐπικαλουμένους εὔχεσθαι πάντα κατὰ νοῦν ἐκείνοις μὲν μάλιστα ἑπομένως δὲ ἡμίν εἰπεῖν. δυσεκπλύτους ἔχομεν, ἀγαπᾶν χρή, κἂν εἰκόσι στοχασμοῖς δι’ αὑτῶν μίμημά τι τῆς ἀληθείας ἀνευρίσκωμεν. Ἄξιον οὖν τοὺς ζητοῦντας εἰ ἄφθαρτος ὁ κόσμος, ἐπειδὴ καὶ „φθορὰ“ καὶ „κόσμος“ τῶν πολλαχῶς λεγομένων ἐστὶν ἑκάτερον, πρῶτον ἐρευνῆσαι περὶ τῶν ὀνομάτων, ἵνα καθ’ ὃ σημαινόμενον νυνὶ [καὶ] τέτακται διαγνῶμεν· ἀλλ’ οὐχ ὅσα δηλοῦται πάντα καταριθμητέον, ἀλλ’ ὅσα πρὸς τὴν παροῦσαν διδασκαλίαν χρήσιμα. λέγεται τοίνυν ὁ κόσμος καθ’ ἓν μὲν [πρῶτον] σύστημα ἐξ οὐρανοῦ καὶ ἄστρων κατὰ περιοχὴν καὶ γῆς καὶ τῶν ἐπ’ αὐτῆς ζῴων καὶ φυτῶν, καθ’ ἕτερον δὲ μόνος οὐρανός, εἰς ὃν ἀπιδὼν Ἀναξαγόρας πρὸς τὸν πυθόμενον, ἧς ἕνεκα αἰτίας ταλαιπωρεῖται διανυκτερεύων ὕπαιθρος, ἀπεκρίνατο ’τοῦ τὸν κόσμον θεάσασθαι,’ τὰς χορείας καὶ περιφορὰς τῶν ἀστέρων αἰνιττόμενος, κατὰ δὲ τρίτον, ὡς δοκεῖ τοῖς Στωικοῖς, διῆκον ἄχρι τῆς ἐκπυρώσεως, οὐσία τις ἢ διακεκοσμημένη ἢ ἀδιακόσμητος, οὗ τῆς κινήσεώς φασιν εἶναι τὸν 1 κἀν MHP: ἄν U (κἀν Bernays Cumont) στοχασμοῖς addidi; κἂν εἰκόνισμα καὶ μίμημά τι coni. Mang. δι’ αὐτῶν Bernays: δι’ αὐτῶν codd. 2 μίμημά τι MHP: μιμήματα U ἀνευρίσκωμεν HP, εὑρίσκωμεν U: ἀνευρίσκειν ἡμᾶς M (Βernays Cumout) 3. 4 ἐπειδὴ—κόσμος om. HP (Turn.) 4 πολλαχῶς MU(P?): πολλαχοῦ Η (v) 5 περὶ τῶν ὀνομάτων M: περὶ om. UHP (v) τῶν νοημάτων Turn. σημαινόμενον Bernays (cf. 74, 2): σημαίνεται codd. τέτακται scripsi: καὶ τέτακται codd. (v) ; κατατέτακται Bernays 6 ἀλλ’ οὐχ MU: καὶ οὐχ HP (v) δηλοῦται Wendl. et ego: δηλοῦνται codd. πάντα addidi 8 πρῶτον seclusi 9 καὶ ante γῆς add. Mang. (cf. 74, 2) 10 πυθόμενον M: πυνθανόμενον UHP (v) 11 ταλαιπωρεῖται διανυκτερεύων Bernays (coll. Thuc. I 134, 2): τὰ πολλά πειρᾶται διανυκτερεύειν codd. τοῦ] τοῦτον U 13 διῆκον Jessen: διήκων codd. (διήκουσα v) 14 οὗ codd.: ἧς v 1 cf. Plat. Tim. 29 c ἀλλ’ ἐὰν ἄρα μηδενός ἧττον παρεχώμεθα εἰκότας (λόγους), ἀγαπᾶν χρή. 7 sqri. cf. Chrysipp. frg. 527 (Arnim) κόσμον δ’ εἶναί φησιν ὁ Χρύσιππος σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων. [Arist.] de mundo 2 κόσμος μὲν οὖν ἐστι σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις περιεχομένων φύσεων. Ocell. Lucan. 17 τὸ δέ γε ὅλον καὶ τό πᾶν ὀνομάζω τόν σύμπαντα κόσμον· . . . σύστημα γάρ ἐστι τῶν ὅλων φύσεων αὐτοτελὲς καὶ τέλειον Diog. La. VII 137 λέγουσι δὲ (Stoici) κόσμον τριχῶς, αὐτόν τε τὸν θεόν τόν ἐκ τῆς πάσης οὐσίας ἰδίως ποιόν . . . (138) καὶ αὐτὴν δέ τὴν διακόσμησιν τῶν ἀστέρων κόσμον εἶναι λέγουσι, καὶ τρίτον τὸ‘ συνεστηκός ἐξ ἀμφοῖν. καὶ ἔστι κόσμος ὁ ἰδίως ποιός τῆς τῶν ὅλων οὐσίας ἤ, ὤς φησι Ποσειδώνιος ἐν τῇ Μετεωρολογικῇ Στοιχειώσει, σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων· Doxogr. p. 464, 18 (Arius Didymus) λέγεσθαι δὲ κόσμον σύστημα ἐξ οὐρανοῦ καὶ ἀέρος καὶ γῆς καὶ θαλάττης καὶ τῶν έν αὐτοῖς φύσεων 9 sq. Doxogr. p. 337, 13 (Φιλόλαος) τὸ δὲ ὑπό τὴν τοῦ Ὀλύμπου φοράν, ἐν ᾧ τοὺς πέντε πλανήτας μεθ᾿ ἡλίου καὶ σελήνης τετάχθαι, κόσμον (καλεῖ). de Anaxagora cf. Arist. Eth. Eud. I 5 p. 1216a 11. Iamblich. Protr. 9 p. .51, 11 (Pistelli). 14 sq. cf. Doxogr. p. 461. Sext. Emp. Pyrrh. Hypot. III 136. Diog. La. VII 141. χρόνον διάστημα. νῦν δ’ ἐστὶν ἡ σκέψις περὶ κόσμου τοῦ κατὰ τὸ πρῶτον σημαινόμενον, ὃς ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς ζῴων συνέστηκε. λέγεται μέντοι καὶ φθορὰ ἥ τε πρὸς τὸ χεῖρον μεταβολὴ [λέγεται δὲ] καὶ ἡ ἐκ τοῦ ὄντος ἀναίρεσις παντελής, ἣν καὶ ἀνύπαρκτον ἀναγκαῖον λέγειν· ὥσπερ γὰρ ἐκ τοῦ μὴ ὄντος οὐδὲν γίνεται, οὐδ’ εἰς τὸ μὴ ὂν φθείρεται· „ἔκ τε γὰρ οὐδάμ’ ἐόντος ἀμήχανόν ἐστι γενέσθαι [τι] καί τ’ ἐὸν ἐξαπολέσθαι ἀνήνυστον καὶ ἄπυστον.“ καὶ ὁ τραγικός· „θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο μορφὴν ἑτέραν ἀπέδειξεν." οὐδέν γε οὕτως ἐστὶν εὔηθες ὡς τὸ ἀπορεῖν,