ὅταν δὲ ἕκαστος διαπεράνηται τὸν ὕμνον, οἱ νέοι τὴν πρὸ μικροῦ λεχθεῖσαν τράπεζαν εἰσκομίζουσιν, ἐφ’ ἧς τὸ παναγέστατον σιτίον, ἄρτος ἐζυμωμένος μετὰ προσοψήματος ἁλῶν, οἷς ὕσσωπος ἀναμέμικται, δι’ αἰδῶ τῆς ἀνακειμένης ἐν τῷ ἁγίῳ προνάῳ ἱερᾶς τραπέζης· ἐπὶ γὰρ ταύτης εἰσὶν ἄρτοι καὶ ἅλες ἄνευ ἡδυσμάτων, ἄζυμοι μὲν οἱ ἄρτοι, ἀμιγεῖς δὲ οἱ ἅλες. προσῆκον γὰρ ἦν τὰ μὲν ἁπλούστατα καὶ εἰλικρινέστατα τῇ κρατίστῃ τῶν ἱερέων ἀπονεμηθῆναι μερίδι λειτουργίας ἆθλον, τοὺς δὲ ἄλλους τὰ μὲν ὅμοια ζηλοῦν, ἀπέχεσθαι δὲ τῶν αὐτῶν, ἵνα ἔχωσι προνομίαν οἱ κρείττονες. Μετὰ δὲ τὸ δεῖπνον τὴν ἱερὰν ἄγουσι παννυχίδα. ἄγεται δὲ 1 ἔτι ἑψόμενον scripsi: ἑψόμενον F, ἐποψόμενον ceteri (v), τρίτον μόνον Arm (Conyb.): ἐνδόσιμον coni. Mang. 6 μὲν codd.: μὲν om. v 2 ᾄδει πεποιημένον εἰς] ὑμνῳδία γεραίρει Α αἶνον ἢ καινὸν A καινὸν] καὶ νῦν F 4 πολλὰ] ποιηταὶ in ras. Η2 προσοδιῶν (sic) C1: προσῳδιῶν ceteri ὕμνον M 5 στασίμων] στασίων H χωρικῶν C1F πολυτρόφοις C, καὶ πολυστρόφοις Arm 5. 6 μεθ’ ὃν C1GA: μεθ’ ὦν ceteri 6 post τάξεις add. καὶ καθ’ ἡλικίαν Arm ἐν om. A 7 πλὴν] πρὶν Α 8 τε om. F ὅταν] ὅτε Α δὲ om. Α 9 διαπεράνητε Μ, διαπεράνϋται Α, διαπεραίνηται FP 11 ὕσωπος HP, ὕσσωπον Α δι’ ἰδῶ τῆς CFGH2: δι’ ἐδωδῆς MA, καὶ δι’ ἐδωδῆς H1P 12. 13 καὶ ἅλες—οἱ ἄρτοι om. FG 13 μέν om. C δ’ A, δὴ F2 οἱ ἅλες Α Arm: καὶ ἅλες F2, καὶ οἱ ἅλες ceteri (v) 14 γὰρ] μὲν γὰρ MA 14. 15 τῶν ἱερέων Arm (coni. Mang.): τῶν ἱερῶν codd. 15 δ’ A 16 τῶν αὐτῶν Arm (Conyb.): τῶν ἄρτων codd. (v) ; τῶν ἀζύμων coni. Mang. ἵν᾿ Α 17 ἄγουσι] εἰσάγουσι Α ἄγεται δέ] ᾄδεται δ’ A 17. 69, 1 ἄγεται δὲ ἡ παννυχὶς om. Arm 17 sqq. pergit Euseb. l. l. (21) τί δεῖ τούτοις ἐπιλέγειν ἰάς ἐπὶ ταὐτὸν συνόδους καὶ τὰς ἰδία μὲν ἀνδρῶν ἰδίᾳ δὲ γυναικῶν ἐν ταὐτῷ διατριβὰς καὶ τὰς ἐξ ἔθους ἔτι καὶ νῦν πρὸς ἡμῶν ἐπιτελουμένας ἀσκήσεις, ἅς διαφερόντως κατὰ τὴν τοῦ σωτηρίου πάθους ἑορτὴν ἐν ἀσιτίαις καὶ διανυκτερεύσεσιν προσοχαῖς τε τῶν θείων λόγων ἐκτελεῖν εἰώθαμεν· (22) ἅπερ ἐπ’ ἀκριβέστερον αὐτὸν ὃν καὶ εἰς δεῦρο τετήρηται παρὰ μόνοις ἡμῖν τρόπον ἐπισημηνάμενος ὁ δηλωθεὶς ἀνὴρ τῇ ἰδίᾳ παρέδωκεν γραφῇ, τὰς τῆς μεγάλης ἑορτῆς παννυχίδας καὶ τὰς ἐν ταύταις ἀσκήσεις τούς τε λέγεσθαι εἰωθότας πρὸς ἡμῶν ὕμνους ϊστορῶν, καὶ ὡς ἑνὸς μετὰ ῥυθμοῦ κοσμίως ἐπιψάλλοντος οἱ λοιποὶ καθ᾿ ἡσυχίαν ἀκροώμενοι τῶν ὕμνων τὰ ἀκροτελεύτια συνεξηχοῦσιν (§ 80), ὅπως τε κατὰ τἀς δεδηλωμένας ἡμέρας ἐπὶ στιβάδων χαμευνοῦντες οἴνου μὲν τό παράπαν, ὡς αὐτοῖς ῥήμασιν ἀνέγραψεν, οὐδ’ ἀπογεύονται, ἀλλ’ οὐδὲ τῶν ἐναίμων τινός, ὕδωρ δὲ μόνον αὐτοῖς ἐστι ποτόν, καὶ προσόψημα μετ᾿ ἄρτου ἅλες καὶ ὕσσωπον (§ 69. 73). (23) πρὸς τούτοις γράφει τὸν τῆς προστασίας τρόπον τῶν τἀς ἐκκλησιαστικὰς λειτουργίας ἐγκεχειρισμένων διακονίας τε καὶ τἀς ἐπὶ πᾶσιν ἀνωτάτω τῆς ἐπισκοπῆς προεδρίας. (24) τούτων δ’ ὅτῳ πόθος ἔνεστι τῆς ἀκριβοῦς ἐπιστάσεως, μάθοι ἂν ἐκ τῆς δηλωθείσης τοῦ ἀνδρὸς ἱστορίας. ὅτι δὲ τοὺς πρώτους κήρυκας τῆς κατά τὸ εὐαγγέλιον διδασκαλίας τά τε ἀρχῆθεν πρὸς τῶν ἀποστόλων ἔθη παραδεδομένα καταλαβὼν ὁ Φίλων ταῦτ’ ἔγραφεν, παντί τῳ δῆλον. ἡ παννυχὶς τὸν τρόπον τοῦτον· ἀνίστανται πάντες ἀθρόοι, καὶ κατὰ μέσον τὸ συμπόσιον δύο γίνονται τὸ πρῶτον χοροί, ὁ μὲν ἀνδρῶν, ὁ δὲ γυναικῶν· ἡγεμὼν δὲ καὶ ἔξαρχος αἱρεῖται καθ’ ἑκάτερον ἐντιμότατός τε καὶ ἐμμελέστατος. εἶτα ᾄδουσι πεποιημένους ὕμνους εἰς τὸν θεὸν πολλοῖς μέτροις καὶ μέλεσι, τῇ μὲν συνηχοῦντες, τῇ δὲ καὶ ἀντιφώνοις ἁρμονίαις ἐπιχειρονομοῦντες καὶ ἐπορχούμενοι, καὶ ἐπιθειάζοντες τοτὲ μὲν τὰ προσόδια, τοτὲ δὲ τὰ στάσιμα, στροφάς τε τὰς ἐν χορείᾳ καὶ ἀντιστροφὰς ποιούμενοι. εἶτα ὅταν ἑκάτερος τῶν χορῶν ἰδίᾳ καὶ καθ’ ἑαυτὸν ἑστιαθῇ, καθάπερ ἐν ταῖς βακχείαις ἀκράτου σπάσαντες τοῦ θεοφιλοῦς, ἀναμίγνυνται καὶ γίνονται χορὸς εἷς ἐξ ἀμφοῖν, μίμημα τοῦ πάλαι συστάντος κατὰ τὴν ἐρυθρὰν θάλασσαν ἕνεκα τῶν θαυματουργηθέντων ἐκεῖ.