ἐπειδὰν οὖν συνέλθωσι λευχειμονοῦντες φαιδροὶ μετὰ τῆς ἀνωτάτω σεμνότητος, ὑποσημαίνοντός τινος τῶν ἐφημερευτῶν — οὕτω γὰρ ὀνομάζειν ἔθος τοὺς ἐν ταῖς τοιαύταις ὑπηρεσίαις —, πρὸ τῆς κατακλίσεως στάντες ἑξῆς κατὰ στοῖχον ἐν κόσμῳ καὶ τάς τε ὄψεις καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἀνατείναντες, τὰς μὲν ἐπειδὴ τὰ θέας ἄξια καθορᾶν ἐπαιδεύθησαν, τὰς δὲ ὅτι καθαραὶ λημμάτων εἰσὶν ὑπ’ οὐδεμιᾶς προφάσεως τῶν εἰς πορισμὸν μιαινόμεναι, προσεύχονται τῷ θεῷ θυμήρη γενέσθαι καὶ κατὰ νοῦν ἀπαντῆσαι τὴν εὐωχίαν. μετὰ δὲ τὰς εὐχὰς οἱ πρεσβύτεροι κατακλίνονται ταῖς εἰσκρίσεσιν ἀκολουθοῦντες· πρεσβυτέρους δὲ οὐ τοὺς πολυετεῖς 1 post δελεάζειν add. ἐνίων GA (ss. P), ἔνια F ἐκ πολλοῦ τοῦ περιόντος] ἐκ πολλῶν χ̣ρόνων Arm μώσεως codd. 3 ἀνεξαγάπητοι F διατελοῦντες om. in lac. M διατελοῦντες] διαθλοῦντες Turn. 4 ἀλλ’ om. M 4. 5. τοιαύτης ἐστὶ φλυαρίας μεστά A 5 ἐστίν om. M τις] τι Α, τις om. Arm πρὸς δόξας] πρός δόξαν HP (v) 6 αὐτῶν] ἑαυτῶν C κατωρθωμένην A 7 ἀντιταξάτω A, ἀντιτάξας Arm τὰ add. Mang. 7. 8 καὶ ἑαυτοὺς om. Arm 8 τῆς φύσεως om. G 9 τοῦ om. Α μωυσέος Α, μώσεως ceteri 10 ἑβδομάδα CGHP Arm: ἑβδομάδος F, ζωὴν M, καὶ μίαν Α 12 προέορτος CMG: προεόρτιος ceteri (v) ; cf. de spec. leg. II § 176 ἣν et ἔλαχεν om. Arm 13 ἀριθμός Arm (fortasse recte) ὀρθογώνου Α τριγωνίου 1 14 συσταθείς MFG Arm: καὶ σύστασις CA (καὶ συστάσεως Mang.), om. HP (Turn.) οὖν] γοῦν Α, δέ Arm 15 ἀνωτάτης Α 16 τινος τῶν ἐφημερευτῶν] αὐτοῖς τοῦ ἐφημερευτοῦ Arm ἐφημερευτῶν] ἑρμηνευτῶν F γὰρ] γὰρ αὐτοῖς Arm 18 τὰς ante χεῖρας om. HP (v) 19 ante ὅτι add, καθ’ ἣν F 22 τὴν εὐωχίαν αὐτῶν Arm 23 εἰσκρίσεσιν ἀκολουθοῦντες] θείαις κρίσεσιν ἀκολούθως A δὲ Arm: γάρ codd. (v) καὶ πολιοὺς νομίζουσιν [ἀλλ’ ἔτι κομιδῇ νέους παῖδας], ἐὰν ὀψὲ τῆς προαιρέσεως ἐρασθῶσιν, ἀλλὰ τοὺς ἐκ πρώτης ἡλικίας ἐνηβήσαντας καὶ ἐνακμάσαντας τῷ θεωρητικῷ μέρει φιλοσοφίας, ὃ δὴ κάλλιστον καὶ θειότατόν ἐστι. συνεστιῶνται δὲ καὶ γυναῖκες, ὧν πλεῖσται γηραιαὶ παρθένοι, τὴν ἁγνείαν οὐκ ἀνάγκῃ, καθάπερ ἔνιαι τῶν παρ’ Ἕλλησιν ἱερειῶν, διαφυλάξασαι μᾶλλον ἢ καθ’ ἑκούσιον γνώμην, διὰ ζῆλον καὶ πόθον σοφίας, ᾗ συμβιοῦν σπουδάσασαι τῶν περὶ σῶμα ἡδονῶν ἠλόγησαν, οὐ θνητῶν ἐκγόνων ἀλλ’ ἀθανάτων ὀρεχθεῖσαι, ἃ μόνη τίκτειν ἀφ’ ἑαυτῆς οἵα τέ ἐστιν ἡ θεοφιλὴς ψυχή, σπείραντος εἰς αὐτὴν ἀκτῖνας νοητὰς τοῦ πατρός, αἷς δυνήσεται θεωρεῖν τὰ σοφίας δόγματα. διανενέμηται δὲ ἡ κατάκλισις χωρὶς μὲν ἀνδράσιν ἐπὶ δεξιά, χωρὶς δὲ γυναιξὶν ἐπ’ εὐώνυμα. μή πού τις ὑπολαμβάνει στρωμνάς, εἰ καὶ οὐ πολυτελεῖς, ἀλλ’ οὖν μαλακωτέρας ἀνθρώποις εὐγενέσι καὶ ἀστείοις καὶ φιλοσοφίας ἀσκηταῖς εὐτρεπίσθαι; στιβάδες γάρ εἰσιν εἰκαιοτέρας ὕλης, ἐφ’ ὧν εὐτελῆ πάνυ χαμαίστρωτα παπύρου τῆς ἐγχωρίου, μικρὸν ὑπερέχοντα κατὰ τοὺς ἀγκῶνας, ἵνα ἐπερείδοιντο· τὴν μὲν γὰρ Λακωνικὴν σκληραγωγίαν ὑπανιᾶσιν, ἀεὶ δὲ καὶ πανταχοῦ τὴν ἐλευθέριον εὐκολίαν ἐπιτηδεύουσιν, ἀνὰ κράτος τοῖς ἡδονῆς φίλτροις ἀπεχθόμενοι. διακονοῦνται 1 πολιοὺς Maug.: παλαιοὺς codd. verba ἀλλ’ ἔτι κομιδῇ νέους παίδους om. Arm, seclusi ἀλλ’] οὐδ’ Α 2 ἐνηβάσαντας AP, ἡβήσαντας F 2. 3 ἐνηβήσαντας καὶ om. Arm 3 ἀκμάσαντας H (Turn.) τῆς φιλοσοφίας ΑΡ2 4 ὧν ἀὲ πλείσται Eus γηρεαὶ G, γεραιαὶ A, γηραλέαι Eus (Mang.) 5 post παρθένοι add. τυγχάνουσιν Eus (Mang.), om. codd. Arm 6 φυλάξασαι Eus, διαφυλάττουσι Arm διά ζῆλον C Eus Arm (Conyb.): διὰ δέ ζῆλον ceteri (v) 7 σπουδάσασαι] σπουδάζουσαι Α (σπουδάζουσι Mang.) περὶ σῶμα] περὶ τὸ σῶμα M Eus (Mang. Conyb.), σωματικῶν Arm 8 ἐγγόνων Α 8. 9 ἀφ’ ἑαυτῆς om. Arm 11 ἡ ante κατάκλισις om. A 12 μή πού τις scripsi: ἤ πού τις C, ἡ πού τις Α (Maug. Conyb.), εἴ πού τις ceteri (Turn.) οὐ] μὴ M (Conyb.) 13 καὶ ἀστείοις. om. Arm 14 ἀσκηταῖς] ἐρασταῖς ΑΡ2, ἀθληταῖς Arm εὐτρεπίσασθαι M στιβάδες γάρ εἰσιν codd.: γάρ om. v: στιβάδες πάρεισιν coni. et 1. 12 εἴ πού τις legendum censet Wendl. ἐφ’ ὦν Wendl.: ἀφ’ ὦν codd. (v) 15 ὑπερανέχοντα F 16 ἵν’ F ὑπερείδοιντο M μὲν om. A 17 ὑπανιᾶσιν v (Turn.): ὑπάνεισιν codd. τὴν ἐλευθερίαν εὐκόλως Α 18 ἰοῖς τῆς ἡδονῆς ΑΡ2, τῆς ἡδονῆς Arm φίλτροις ἀπεχθανόμενοι M, φίλτρων ἀπεχόμενοι Arm 4—9 pergit Euseb. Hist. eccl. II 17, 17 ταύτας τοῦ Φίλωνος σαφεῖς καὶ ἀναντιρρήτους περὶ τῶν καθ’ ἡμάς ὑπάρχειν ἡγούμεθα λέξεις. (18) εἰ δ’ ἐπὶ τούτοις ἀντιλέγων τις ἔτι σκληρύνοιτο, καὶ οὗτος ἀπαλλαττέσθω τῆς δυσπιστίας, ἐναργεστέραις πειθαρχῶν ἀποδείξεσιν, ἃς οὐ παρά τισιν ἡ μόνῃ τῶν Χριστιανῶν εὑρεῖν ἔνεστιν κατὰ τὸ εὐαγγέλιον θρησκείᾳ. (19) φησὶν γὰρ τοῖς περὶ ὧν 6 λόγος καὶ γυναῖκας συνεῖναι, ὧν αἱ πλεῖσται — ἡ θεοφιλὴς ψυχή. Exc. Euseb. I. I. τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου: εἰσὶ δὲ καὶ γυναῖκες θεραπευτίδες, ὧν αἰ πλεῖσται — ἡ θεοφιλὴς ψυχή. 16 cf. Plut. Lyc. 16. δὲ οὐχ ὑπ’ ἀνδραπόδων, ἡγούμενοι συνόλως τὴν θεραπόντων κτῆσιν εἶναι παρὰ φύσιν· ἡ μὲν γὰρ ἐλευθέρους ἅπαντας γεγέννηκεν, αἱ δέ τινων ἀδικίαι καὶ πλεονεξίαι ζηλωσάντων τὴν ἀρχέκακον ἀνισότητα καταζεύξασαι τὸ ἐπὶ τοῖς ἀσθενεστέροις κράτος τοῖς δυνατωτέροις ἀνῆψαν.