λυμηνάμενος δὲ τὴν παιδικὴν ἡλικίαν καὶ εἰς ἐρωμένης τάξιν καὶ διάθεσιν ἀγαγὼν ἐζημίωσε καὶ τοὺς ἐραστὰς περὶ τὰ ἀναγκαιότατα, σῶμα καὶ ψυχὴν καὶ οὐσίαν· ἀνάγκη γὰρ τοῦ παιδεραστοῦ τὸν μὲν νοῦν τετάσθαι πρὸς τὰ παιδικά, πρὸς ταῦτα μόνον ὀξυδορκοῦντα, πρὸς δὲ τὰ ἄλλα πάντα ἴδιά τε καὶ κοινὰ τυφλούμενον, τὸ δὲ σῶμα ὑπὸ τῆς ἐπιθυμίας, καὶ μάλιστα εἰ ἀποτυγχάνοιτο, συντήκεσθαι, τὴν δὲ οὐσίαν ἐλαττοῦσθαι διχόθεν, ἔκ τε ἀμελείας καὶ τῶν εἰς τὸν ἐρώμενον ἀναλωμάτων. παραφύεται δὲ καὶ μεῖζον ἄλλο πάνδημον κακόν· ἐρημίαν γὰρ πόλεων καὶ σπάνιν τοῦ ἀρίστου γένους ἀνθρώπων καὶ στείρωσιν καὶ ἀγονίαν τεχνάζονται, οἳ μιμοῦνται τοὺς ἀνεπιστήμονας τῆς γεωργίας, σπείροντες ἀντὶ τῆς βαθυγείου πεδιάδος ὑφάλμους ἀρούρας ἢ λιθώδη καὶ ἀπόκροτα χωρία, ἃ πρὸς τῷ μηδὲν πεφυκέναι βλαστάνειν καὶ τὰ καταβληθέντα φθείρει σπέρματα. σιωπῶ τὰ τῶν μύθων πλάσματα καὶ τοὺς δισωμάτους, οἳ κατ’ ἀρχὰς προσφύντες ἀλλήλοις ἑνωτικαῖς δυνάμεσιν αὖθις οἷα μέρη συνεληλυθότα διεζεύχθησαν, τῆς ἁρμονίας ὑφ’ ἧς συνείχοντο λυθείσης· εὐπαράγωγα γὰρ ταῦτα πάντα, δυνάμενα τῇ καινότητι 1 ἀνδρίαν Α, ἀνδρίαν F 2 ἐναπεργαζόμενος MFG: ἐνεργαζόμενος C (Conyb.), ἀπεργαζόμενος AHP (v) 3 ἐπιτηδεύμασι] γρ. μαθήμασι mg M, μαθήμασι mg P. ἐπιτηδεύμασι καὶ μαθήμασι F 4 ἐρωμένην C, ἐρωμένων Arm (Conyb.) 6 σῶμα καὶ ψυχὴν C Arm (Conyb.): σώματα, ψυχὴν A. σώματα καὶ ψυχὴν ceteri: σῶμά τε καὶ ψυχὴν v 7 πρὸς ταῦτα CG (Conyb.): καὶ πρὸς ταῦτα ceteri (v) ὄνον om. Arm ὀξυδορκοῦντα FGA: ὀξυδερκοῦντα ceteri (v) 8 τἆλλα A τὸ δὲ σῶμα add. Conyb.: τὰ δὲ σώματα Arm, om. codd. (v) 9 ἀποτυγχάνοιτο] ἀποτυγχάνοι HP (Turn.): cf. de spec. leg. III § 44 10 δ’ Α 11 παραφύεται] περιφύεται Α, παραφύεσθαι Arm (Conyb.) 12 γάρ om. FG Arm (Conyb.) 13 ἀγωνίαν Α, ἀγονίαν ex ἀγωνίαν corr. H τεχνάζονται A et ut vid. Arm: τεχναζόντων ceteri (Turn. Conyb.) τῆς γεωργίας] τῶν γεωργῶν Arm 14 σπείροντας Wendl. (sic Arm?) ὑφάλμους] ὑφάλους G mg P; ὑφάμμους coni. Mang. λιθώδεις Α 15 πεφυκέναι] πεφθακέναι A 16 καταβληθέντα G (Conyb.): βληθέντα ceteri (v) φθείρει om. in lac. G, σπείρει 2 σπέρματα φθείρει transp. M σπέρματα] σώματα Α 17 δισωμάτους] δὔσομμάτους M, γρ. δισωμάτους mg M προσφύντες] πρόσφυγες Α ἑνωτικαῖς C Arm (Conyb.): ἐρωτικαῖς ceteri (v) 18 συνεληλυθότων HP (Turn.) 18. 19 συνείχετο FG 19 πάντα om. G 14 sq. cf. Plat. Legg. VIII 838 e μηδ’ εἰς πέτρας τε καὶ λίθους σπείροντας . . ., ἀπεχομένους δὲ ἀρούρας θηλείας πάσης, ἐν ᾖ μὴ βούλοιο ἂν σοι φύεσθαι τὸ σπαρὲν. τῆς ἐπινοίας τὰ ὦτα δελεάζειν· ὧν ἐκ πολλοῦ τοῦ περιόντος οἱ Μωυσέως γνώριμοι, μεμαθηκότες ἐκ πρώτης ἡλικίας ἐρᾶν ἀληθείας, καταφρονοῦσιν ἀνεξαπάτητοι διατελοῦντες. Ἀλλ’ ἐπειδὴ τὰ διωνομασμένα συμπόσια τοιαύτης μεστὰ φλυαρίας ἐστίν, ἐν ἑαυτοῖς ἔχοντα τὸν ἔλεγχον, εἴ τις μὴ πρὸς δόξας καὶ τὴν διαδοθεῖσαν περὶ αὐτῶν ὡς δὴ πάνυ κατωρθωμένων φήμην ἐθελήσειεν ἀφορᾶν, ἀντιτάξω τὰ τῶν ἀνατεθεικότων τὸν ἴδιον βίον καὶ ἑαυτοὺς ἐπιστήμῃ καὶ θεωρίᾳ τῶν τῆς φύσεως πραγμάτων κατὰ τὰς τοῦ προφήτου Μωυσέως ἱερωτάτας ὑφηγήσεις. οὗτοι τὸ μὲν πρῶτον ἀθροίζονται δι’ ἑπτὰ ἑβδομάδων, οὐ μόνον τὴν ἁπλῆν ἑβδομάδα ἀλλὰ καὶ τὴν δύναμιν τεθηπότες· ἁγνὴν γὰρ καὶ ἀειπάρθενον αὐτὴν ἴσασιν. ἔστι δὲ προέορτος μεγίστης ἑορτῆς, ἣν πεντηκοντὰς ἔλαχεν, ἁγιώτατος καὶ φυσικώτατος ἀριθμῶν, ἐκ τῆς τοῦ ὀρθογωνίου τριγώνου δυνάμεως, ὅπερ ἐστὶν ἀρχὴ τῆς τῶν ὅλων γενέσεως, συσταθείς.