βαθυχαῖται γάρ εἰσιν ἢ μὴ κειρόμενοι τὸ παράπαν ἢ τὰς προμετωπιδίους αὐτὸ μόνον ἐξ ἄκρων εἰς ἐπανίσωσιν καὶ γραμμῆς κυκλοτεροῦς ἠκριβωμένον σχῆμα· χιτῶνάς τε ἀραχνοϋφεῖς καὶ ἐκλεύκους ἐπαναζωσάμενοι, τὰ μὲν ἐμπρόσθια κατωτέρω τῶν ὑπὸ γόνου, τὰ δὲ κατόπιν μικρὸν ὑπὸ τοῖς γονατίοις, ἑκάτερον δὲ μέρος οὐλοτέραις ταῖς σειραίαις ἐπιδιπλώσεσι κατὰ τὴν τῶν χιτωνίσκων συμβολὴν συστέλλοντες ἐκ πλαγίων κόλπους ἀπαιωροῦσιν, εὐρύνοντες τὰ κοῖλα τῶν πλευρῶν. ἐφεδρεύουσι δ’ ἄλλοι, μειράκια ἢ πρωτογένεια, τοὺς ἰούλους ἄρτι ἀνθοῦντες, ἀθύρματα πρὸ μικροῦ παιδεραστῶν γεγονότες, ἠσκημένοι σφόδρα περιέργως πρὸς τὰς βαρυτέρας ὑπηρεσίας, ἐπίδειξις ἑστιατόρων εὐπορίας, ὡς ἴσασιν οἱ χρώμενοι, ὡς δὲ ἔχει τὸ ἀληθές, ἀπειροκαλίας. πρὸς δὲ τούτοις αἱ πεμμάτων καὶ ὄψων καὶ 1 λιθοκόλλητοι M ἀνυφασμένου H χρυσοῦ] χρυσοῦ καὶ ἀργύρου MF (Maug.) 1. 2 καὶ ἀνθοβαφεῖς] αὐταῖς M 3 ἐκτεταμένων Α εἶδος] εἶναι F γὰρ] δὲ A 4 Κίλικες Α θηρίκλια C1, θηλύδρια Η in textu mg P, θηρίκλεια mg H καὶ post θηρίκλεια om. C 6 εὐμορφώτατα Η καὶ om. F 7 τούτων] ἔτι A, τούτων γάρ Arm 8 ἔτι om. Arm οἰνοχοοῦσιν CF: οἰνοχοοῦσι ceteri (v) ὑδροφοροῦσι CF Arm: δορυφοροῦσι MAH, καὶ ὑδροφοροῦσι, δορυφοροῦσι GP, γρ. ὑδροφοροῦσι mg M, καὶ ὑδροφοροῦσι mg H 9 οἲ add. Wendl. 10 βαθυχαῖται] βαθύχαιτοι M, ἀβάκται τε A 11 ἢ μὴ] οἱ μὴ Arin ἢ ante τἀς om. C προμετωπίδους C 12 κυκλωτερους (sic) C ἠκριβωμένον codd. Arm (Conyb.): ἠκριβωμένοι L (v) 13 καὶ ante ἐκλεύκους eras C τὰ μὲν γὰρ ἔμπροσθεν Α 14 κατώτερα F ὑπὸ τῶν γονατίων F 15 οὐλοτέραις] ἀνλοτέραις Α τὴν om. Α τὴν τῶν] αὐτῶν Arm 16 post συστέλλοντες add. καὶ Arm ἐκ πλαγίου κόλπου Α ἀπαιωροῦσιν codd.: ἀπαιωροῦντες v 17 εὐρύνοντες C: εὐρύναντες ceteri (v) πλευρῶν. ἐφεδρεύουσι δ’ ἄλλοι Arm (Conyb.): πλευρῶν ἐφεδρεύουσιν. ἄλλοι δὲ codd. (v) ἢ addidi: cf. de Cherub. § 114 frg. ap. Eus. Pr. Ev. VIII 11 (II p. 632 M.) 18 ἀνθοῦντα F 19 γεγονότα F ἠσκημένα F 20 ἐπίδειξις] ἃ ἐπίδειξίς ἐστιν ΑΡ2 ἑστιατόρων] ἀπόρων AP ὡς ἴσασιν οἱ χρώμενοι post εὐπορίας exhibent codd. Arm (Conyb.): post ἀπειροκαλίας (1. 21) V ἴσασιν] νομίζουσιν coni. Mang., φασιν Wendl. 21 τἀληθές Α, τὸ ἀληθὲς δὲ F ἀπειροκαλίας Mang.: ἀπειροκαλία codd. πρός τούτοις δὲ Α ἡδυσμάτων ποικιλίαι, περὶ ἃ σιτοπόνοι καὶ ὀψαρτυταὶ πονοῦνται, φροντίζοντες οὐ γεῦσιν, ὅπερ ἀναγκαῖον ἦν, ἡδῦναι μόνον, ἀλλὰ καὶ ὄψιν τῇ καθαριότητι. * * * τοὺς αὐχένας ἐν κύκλῳ περιάγοντες τοῖς ὀφθαλμοῖς καὶ τοῖς μυκτῆρσι περιλιχνεύουσι, τοῖς μὲν τὰς εὐσαρκίας καὶ τὸ πλῆθος, τοῖς δὲ τὴν ἀναδιδομένην κνῖσαν. εἶτα ὅταν ἀμφοτέρων, ὄψεών τε καὶ ὀσμῶν, γένωνται διακορεῖς, ἐσθίειν κελεύουσιν, ἐπαινέσαντες οὐκ ὀλίγα τὴν παρασκευὴν καὶ τὸν ἑστιάτορα τῆς πολυτελείας. ἑπτὰ γοῦν καὶ πλείους εἰσκομίζονται τράπεζαι, πλήρεις ἁπάντων ὅσα γῆ τε καὶ θάλαττα καὶ ποταμοὶ καὶ ἀὴρ φέρουσιν ἔκλογα πάντα καὶ εὔσαρκα, χερσαίων, ἐνύδρων, ἀεροπόρων, ὧν ἑκάστη διαλλάσσει καὶ ταῖς παρασκευαῖς καὶ ταῖς παραρτύσεσιν. ὑπὲρ δὲ τοῦ μηδὲν εἶδος ἀπολειφθῆναι τῶν ἐν τῇ φύσει, τελευταῖαι τῶν ἀκροδρύων εἰσκομίζονται γέμουσαι, δίχα τῶν εἰς τοὺς κώμους καὶ τὰς λεγομένας ἐπιδειπνίδας. εἶτα αἱ μὲν ἐκκομίζονται κεναὶ διὰ τὴν τῶν παρόντων ἀπληστίαν, οἳ τρόπον αἰθυιῶν ἐμφορούμενοι κατοψοφαγοῦσιν οὕτως, ὡς καὶ τῶν ὀστέων ἐπεντραγεῖν, τὰς δὲ λωβήσαντες καὶ σπαράξαντες ἡμιβρώτους ἐῶσιν. ὅταν δὲ τελέως ἀπαγορεύσωσι, τὰς μὲν γαστέρας ἄχρι φαρύγγων πεπληρωμένοι, κενοὶ δὲ πρὸς τὰς ἐπιθυμίας, ἀπειρηκότες πρὸς τὰς ἐδωδάς, * * * ἀλλὰ τί ταῦτα προσῆκε μηκύνειν,