<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg028.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg028.1st1K-grc1" subtype="section" n="31"><p>παρελθὼν δὲ ὁ πρεσβύτατος
καὶ τῶν δογμάτων ἐμπειρότατος διαλέγεται, καθεστῶτι μὲν τῷ βλέμματι,
καθεστώσῃ δὲ τῇ φωνῇ, μετὰ λογισμοῦ καὶ φρονήσεως, οὐ δεινότητα <lb n="10"/>
λόγων ὥσπερ οἱ ῥήτορες ἢ οἱ νῦν σοφισταὶ παρεπιδεικνύμενος, ἀλλὰ τὴν
ἐν τοῖς νοήμασι διηρευνηκὼς καὶ διερμηνεύων ἀκρίβειαν, ἥτις οὐκ ἄκροις
ὠσὶν ἐφιζάνει, ἀλλὰ δι’ ἀκοῆς ἐπὶ ψυχὴν ἔρχεται καὶ βεβαίως ἐπιμένει.
καθ’ ἡσυχίαν δὲ οἱ ἄλλοι πάντες ἀκροῶνται, τὸν ἔπαινον νεύμασιν ὄψεως
 ἢ κεφαλῆς παραδηλοῦντες αὐτὸ μόνον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg028.1st1K-grc1" subtype="section" n="32"><p>τὸ δὲ κοινὸν τοῦτο σεμνεῖον, εἰς <lb n="15"/>
ὃ ταῖς ἑβδόμαις συνέρχονται, διπλοῦς ἐστι περίβολος, ὁ μὲν εἰς ἀνδρῶνα, ὁ
δὲ εἰς γυναικωνῖτιν ἀποκριθείς· καὶ γὰρ καὶ γυναῖκες ἐξ ἔθους συνακροῶνται
 τὸν αὐτὸν ζῆλον καὶ τὴν αὐτὴν προαίρεσιν ἔχουσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg028.1st1K-grc1" subtype="section" n="33"><p>ὁ δὲ μεταξὺ τῶν
οἴκων τοῖχος τὸ μὲν ἐξ ἐδάφους ἐπὶ τρεῖς ἢ τέσσαρας πήχεις εἰς τὸ ἄνω
συνῳκοδόμηται θωρακίου τρόπον, τὸ δὲ ἄχρι τέγους ἀνάγειον ἀχανὲς <lb n="20"/>
ἀνεῖται, δυοῖν ἕνεκα, τοῦ τε τὴν πρέπουσαν αἰδῶ τῇ γυναικείᾳ φύσει
διατηρεῖσθαι καὶ τοῦ τὴν ἀντίληψιν ἔχειν εὐμαρῆ καθεζομένας ἐν ἐπηκόῳ,
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg028.1st1K-grc1" subtype="section" n="34"><p> μηδενὸς τὴν τοῦ διαλεγομένου φωνὴν ἐμποδίζοντος. <milestone unit="altref" n="4"/> ἐγκράτειαν δὲ
<note xml:lang="mul" type="footnote"><lb/>1 εἰς τὸν θεὸν codd. Eus (Turn. Mang.): τὸν om. Richt. Tauchn. (errat Conyb.) παντοίων] τοιούτων F 1.
<lb/>2 ἃ ῥυθμοῖς codd.: ἀριθμοῖς vel ῥυθμοῖς (om. ἃ) Eus codd. 
<lb/>2 ἀναγκαίως] εὐαγῶς coni. Mang. χαράττουσιν C, χαράσσοντες Eus 
<lb/>3 χωρὶς om. Arm
<lb/>4 αὔλιον C1A οὐδ’ FA
<lb/>5 δ’ Α οε ταῖς ἑβδόμαις F (δὲ ss. F2)
<lb/>6 ἑξῆς om. Arm
<lb/>7 δ’ Α
<lb/>8 τῇ] τῶ Α παρελθὼν] προελθὼν HP
<lb/>6 πρεσβύτερος A, πρεσβύτερός τις Arm, unus senior Lat 
<lb/>9 τῶν om. Α μὲν] γε μὴν F
<lb/>10 δεινότητι A, δεινότητος F
<lb/>11 post ῥήτορες add. ἐνδεικνύμενος M παρεπιδεικνύμενος om. M τὴν ex τὸν corr. Η 
<lb/>12 νοήμασι] μνήμασι P διηρευνηκὼς] διηρμηνευκὼς in textu Η, corr. mg Η 
<lb/>14 6 FG
<lb/>15 παραδηλοῦντες] παραδεικνῦντες F αὐτῶ Α, αὐτῶ ex αὐτό corr. Η
<lb/>19 οἴκων C (cellularum Lat): οἰκιῶν ceteri (v) τέπαρας FA εἰς τὰ ἄνω F
<lb/>20 συνῳκοδόμητο Α, εὑ ᾠκοδόμηται Arm θωρακίου CA: θωρακείου ceteri (ν) τὸ ἄχρι δὲ στέγους Α ἀνάγειον] ἀνώγεον Α (Mang.) ἀχανὲς] τάχ’ ἂν Α
<lb/>21 ἀνεῖται codd.: ἀνίεται Mang. δυεῖν G 
<lb/>23 μηδενὸς CFG Arm: ὡς μηδενὸς ceteri (v)</note>  

<pb n="v.6.p.55"/>
ὥσπερ τινὰ θεμέλιον προκαταβαλλόμενοι τῆς ψυχῆς τὰς ἄλλας ἐποικοδομοῦσιν
ἀρετάς. σιτίον ἢ ποτὸν οὐδεὶς ἂν αὐτῶν προσενέγκαιτο πρὸ ἡλίου
δύσεως, ἐπεὶ τὸ μὲν φιλοσοφεῖν ἄξιον φωτὸς κρίνουσιν εἶναι, σκότους δὲ
τὰς τοῦ σώματος ἀνάγκας, ὅθεν τῷ μὲν ἡμέραν, ταῖς δὲ νυκτὸς βραχύ τι
<lb n="5"/> μέρος ἔνειμαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg028.1st1K-grc1" subtype="section" n="35"><p>ἔνιοι δὲ καὶ διὰ τριῶν ἡμερῶν ὑπομιμνῄσκονται τροφῆς, οἷς πλείων ὁ πόθος ἐπιστήμης ἐνίδρυται· τινὲς δὲ οὕτως ἐνευφραίνονται καὶ
τρυφῶσιν ὑπὸ σοφίας ἑστιώμενοι πλουσίως καὶ ἀφθόνως τὰ δόγματα
χορηγούσης, ὡς καὶ πρὸς διπλασίονα χρόνον ἀντέχειν καὶ μόλις δι’ ἓξ
ἡμερῶν ἀπογεύεσθαι τροφῆς ἀναγκαίας, ἐθισθέντες ὥσπερ φασὶ τὸ τῶν
 τεττίγων  <milestone unit="altpage2" n="p. 477 Μ."/> γένος ἀέρι τρέφεσθαι, τῆς ᾠδῆς, ὥς γε οἶμαι, τὴν ἔνδειαν ἐξευμαριζούσης.
</p></div></div></body></text></TEI>