Πολλαχοῦ μὲν οὖν τῆς οἰκουμένης ἐστὶ τὸ γένος — ἔδει γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον —, πλεονάζει δὲ ἐν Αἰγύπτῳ καθ’ ἕκαστον τῶν ἐπικαλουμένων νόμων καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν. οἱ δὲ πανταχόθεν ἄριστοι καθάπερ εἰς 1 οὐσιῶν corr. ex οἰκιῶν Α ἔτι] ὡς A 2 τέκνα om. Lat, γυναῖκας τέκνα transp. Arm γονεῖς γυναῖκας transp. A 3 ἑταιρίας CF 3. 4 ἐγεννήθησαν κτι καὶ om. HP1 4 ὁλκόν] ἕλκον MP, ἑλ(??) κὸν F κτι ss. man. rec.), ἕλκειν A δελεάσασθαι F 5 δὲ om. A verba οὐκ εἰς ἑτέραν πόλιν om. in lac. M ὡς F οἱ om. F 6 ἀτυχαῖς F κακόδουλοι] κακότητα M ὑπαλλαγάς Α 7 αὐτοῖς MFH1P προσεκπορίζοντες F καὶ ἡ] κἄν ᾖ coni. Mang. 8 post θορύβων add. καὶ κηρῶν G (Mang. Conyb.), om. ceteri Lat. ὑπομεῖναι Α, ὑπομείνοι C ὑπὸ σοφίας ἅπαξ transp. F 9 ἀχθείς om. Arm 9. 10 μοναγρίαις scripsi: μοναγρίοις codd. (v) ; cf. de Abrah. § 23. Alciphr. 22 10 ἠρεμίαν Arm 10. 11 οὐ—μισανθρωπίαν] οὐ τὴν μόνωσιν ἐπιτετηδεύκασι διά μισανθρωπίαν Arm; οὐ δή τινα ὠμὴν ἐπιτετηδευκότες μισανθρωπίαν coni. Wendl. 11 τὰς] διὰ τὰς CM (v) ἐκ secludendum censuit Mang. 13 τὸ γένος] τοῦτο τὸ εἰ γένος Mang. ἔδει] ἐπειδὴ F εῖ ss. F2) 14 καὶ τὴν (ante Ἑλλάδα) om. Turn. 15 δ’ Α Eus ἑκάστην F νόμων] νομῶν C2H2 (v), μονῶν Exc. Euseb. 9—12 pergit Euseb. l. l. ἔπειτα πάσαις ἀποταξαμένους ταῖς τοῦ βίου φροντίσιν, ἔξω τειχῶν προελθόντας, ἐν μοναγρίοις καὶ κήποις τὰς διατριβὰς ποιεῖσθαι, τὰς ἐκ τῶν ἀνομοίων ἐπιμιξίας ἀλυσιτελεῖς καὶ βλαβερὰς εὖ εἰδότας. —52,3 Euseb. Hist. eccl. II 17, 7 τὰ παραπλήσια δὲ τούτοις μαρτυρήσας τοῖς δηλουμένοις ὁ Φίλων συλλαβαῖς αὐταῖς ἐπιφέρει λέγων· Πολλαχοῦ μὲν οὑν — καὶ ἀέρος εὐκρασίας. Exc. ex Eusebio in codd. Dionys. Areop. Φίλωνος περὶ τῶν ἐκ περιτομῆς πιστευσάντων ἐν Αἰγύπτῳ Χριστιανῶν ἄμα καὶ μοναχῶν ἐκ τοῦ ἐπιγεγραμμένου αὐτῷ λόγου περὶ βίου θεωρητικοῦ ἡ περὶ ἱκετῶν: Πολλαχοῦ μέν — καὶ ἀέρος εὐκρασίας. πατρίδα [θεραπευτῶν] ἀποικίαν στέλλονται πρός τι χωρίον ἐπιτηδειότατον, ὅπερ ἐστὶν ὑπὲρ λίμνης Μαρείας κείμενον ἐπὶ γεωλόφου χθαμαλωτέρου, σφόδρα εὐκαίρως, ἀσφαλείας τε ἕνεκα καὶ ἀέρος εὐκρασίας. τὴν μὲν οὖν ἀσφάλειαν αἱ ἐν κύκλῳ παρέχουσιν ἐπαύλεις τε καὶ κῶμαι, τὴν δὲ περὶ τὸν ἀέρα εὐκρασίαν αἱ ἔκ τε τῆς λίμνης ἀνεστομωμένης εἰς τὴν θάλατταν καὶ τοῦ πελάγους ἐγγὺς ὄντος ἀναδιδόμεναι συνεχεῖς αὖραι, λεπταὶ μὲν αἱ ἐκ τοῦ πελάγους, παχεῖαι δὲ αἱ ἀπὸ τῆς λίμνης, ὧν ἡ μῖξις ὑγιεινοτάτην κατάστασιν ἀπεργάζεται. αἱ δὲ οἰκίαι τῶν συνεληλυθότων σφόδρα μὲν εὐτελεῖς εἰσι, πρὸς δύο τὰ ἀναγκαιότατα σκέπην παρέχουσαι, πρός τε τὸν ἀφ’ ἡλίου φλογμὸν καὶ τὸν ἀπ’ ἀέρος κρυμόν· οὔτε δὲ ἐγγύς, ὥσπερ αἱ ἐν τοῖς ἄστεσιν, — ὀχληρὸν γὰρ καὶ δυσάρεστον τοῖς ἐρημίαν ἐζηλωκόσι καὶ μεταδιώκουσιν αἱ γειτνιάσεις — οὔτε πόρρω, δι’ ἣν ἀσπάζονται κοινωνίαν καὶ ἵνα, εἰ λῃστῶν γένοιτο ἔφοδος, ἀλλήλοις ἐπιβοηθῶσιν. ἐν ἑκάστῃ δέ ἐστιν οἴκημα ἱερόν, ὃ καλεῖται σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μηδὲν εἰσκομίζοντες, μὴ ποτόν, μὴ σιτίον, μηδέ τι τῶν ἄλλων ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους καὶ τὰ ἄλλα οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦνται.