πόσῳ δὴ κρείττους οὗτοι καὶ θαυμασιώτεροι, χρησάμενοι μὲν οὐκ ἐλάττοσι ταῖς πρὸς φιλοσοφίαν ὁρμαῖς, μεγαλόνοιαν δὲ ὀλιγωρίας προτιμήσαντες καὶ χαρισάμενοι τὰς οὐσίας, ἀλλὰ μὴ διαφθείραντες, ἵνα καὶ ἑτέρους καὶ ἑαυτοὺς ὠφελήσωσι, τοὺς μὲν ἐν ἀφθόνοις περιουσίαις, ἑαυτοὺς δὲ ἐν τῷ φιλοσοφεῖν; αἱ γὰρ χρημάτων καὶ κτημάτων ἐπιμέλειαι τοὺς χρόνους ἀναλίσκουσι· χρόνου δὲ φείδεσθαι καλόν, ἐπειδὴ κατὰ τὸν ἰατρὸν Ἱπποκράτην „ὁ μὲν βίος βραχύς, ἡ δὲ τέχνη μακρή.“ τοῦτό μοι δοκεῖ καὶ Ὅμηρος αἰνίξασθαι ἐν Ἰλιάδι κατὰ τὴν ἀρχὴν τῆς τρισκαιδεκάτης ῥαψῳδίας διὰ τούτων τῶν ἐπῶν· „Μυσῶν τ’ ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν, γλακτοφάγων ἀβίων τε, δικαιοτάτων ἀνθρώπων,“ ὡς τῆς μὲν περὶ βίον σπουδῆς καὶ χρηματισμὸν ἀδικίαν γεννώσης διὰ τὸ ἄνισον, δικαιοσύνην δὲ τῆς ἐναντίας προαιρέσεως ἕνεκα ἰσότητος, καθ’ ἣν ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ παρευημερεῖ τὸν ἐν ταῖς κεναῖς δόξαις. 1 τί πλέον om. M δρῶσιν] ποιοῦσιν Α ἢ κείρουσι om. in lac. M κείρουσι] καίουσι A 2 ἐνδῶσιν C 3 ἑαυτοῖς F 4 μὴ om. F προίεσθαι Α 5 δὴ] δ’ ἂν A οὗτοι κρείττους transp. A 6 ταῖς] τοῖς Η φιλοσοφίαν] φαντασίαν CG mg F, φιλοσοφίαν mg C2 ὁρμαῖς] ὁρῶσι H 8 τοὺς Arm Lat (Conyb.): καὶ τοὺς codd. (v) 9 ἐν τῷ om. C 10 ἐπιμέλειαι] ἐπιθυμίαι Max. χρόνους] χρωμένους ΗΡ1 Arm (Conyb.) 11 ἰατρὸν om. Arm 12 αἰνίξεσθαι HP, αἰνίττεσθαι Α 13 κατ’ ἀρχὴν F ιγ΄ M διά] καὶ Η 15 τὲ M, τ’ om F ἀγαυῶν] ἀγανῶν C, ἀγαθῶν HP 16 γαλακτοφάγων MAHP, γλαγοφάγων G τ’ ἀβίων τε C ante δικαιοτάτων add. καὶ MH τ’ ἀνθρώπων F 17 περὶ om. F1, ss. F2 περὶ τὸν βίον Α καὶ ἀδικίαν Α, καὶ ss. Ρ2 διὰ] καὶ Α 18 δικαιοσύνης F ante τῆς add. διά MFHP, spat. 2 litt. G 19 τῆς om. F ὥριστο Α τὸν] τῶν MFH1P 9—11 DK fol, 240r Φίλωνος ἐκ τοῦ περὶ βίου θεωρητικοῦ Maxim. Ecl. cap. 12 Flor. nr. 20 Φίλωνος: αἱ (ἐκ add. Max.) χρημάτων καὶ κτημάτων ἐπιμέλειαι (ἐπιθυμίαι Flor. Paris.) τοὺς χρόνους ἀναλίσκουσι· χρόνου δὲ φείδεσθαι καλόν. DR fol. 193r DV p. 563 Φίλωνος: χρόνου φείδεσθαι καλόν DM foL 215v Φίλωνος: χρόνον φοβεῖσθαι καλόν. 10—12 Clem. Alex. Strom. V 4, 22 p. 658 P. . . . οἷον ἀμέλει τὸ „χρόνου ἤτοι ἐπεὶ 6 βίος βραχὺς καὶ οὐ δεῖ τὸν χρόνον τοῦτον εἰς μάτην καταναλῶσαι. 11 Hippocr. Aphor. I 1. 15 Hom. II. N 5. 6. ὅταν οὖν ἐκστῶσι τῶν οὐσιῶν, ὑπ’ οὐδενὸς ἔτι δελεαζόμενοι φεύγουσιν ἀμεταστρεπτὶ καταλιπόντες ἀδελφούς, τέκνα, γυναῖκας, γονεῖς, πολυανθρώπους συγγενείας, φιλικὰς ἑταιρείας, τὰς πατρίδας, ἐν αἷς ἐγεννήθησαν καὶ ἐτράφησαν, ἐπειδὴ τὸ σύνηθες ὁλκὸν καὶ δελεάσαι δυνατώτατον. μετοικίζονται δὲ οὐκ εἰς ἑτέραν πόλιν, ὥσπερ οἱ πρᾶσιν αἰτούμενοι παρὰ τῶν κεκτημένων ἀτυχεῖς ἢ κακόδουλοι δεσποτῶν ὑπαλλαγήν, οὐκ ἐλευθερίαν, αὑτοῖς ἐκπορίζοντες — πᾶσα γὰρ πόλις, καὶ ἡ εὐνομωτάτη, γέμει θορύβων καὶ ταραχῶν ἀμυθήτων, ἃς οὐκ ἂν ὑπομείναι τις ἅπαξ ὑπὸ σοφίας ἀχθείς —, ἀλλὰ τειχῶν ἔξω ποιοῦνται τὰς διατριβὰς ἐν κήποις ἢ μοναγρίαις ἐρημίαν μεταδιώκοντες, οὐ διά τινα ὠμὴν ἐπιτετηδευμένην μισανθρωπίαν, ἀλλὰ τὰς ἐκ τῶν ἀνομοίων τὸ ἦθος ἐπιμιξίας ἀλυσιτελεῖς καὶ βλαβερὰς εἰδότες.