τὸ δὲ θεραπευτικὸν γένος βλέπειν ἀεὶ προδιδασκόμενον τῆς τοῦ ὄντος θέας ἐφιέσθω καὶ τὸν αἰσθητὸν ἥλιον ὑπερβαινέτω καὶ μηδέποτε τὴν τάξιν ταύτην λειπέτω πρὸς τελείαν ἄγουσαν εὐδαιμονίαν. οἱ δὲ ἐπὶ θεραπείαν ἰόντες οὔτε ἐξ ἔθους οὔτε ἐκ παραινέσεως ἢ παρακλήσεώς τινων, ἀλλ’ ὑπ’ ἔρωτος ἁρπασθέντες οὐρανίου, καθάπερ οἱ βακχευόμενοι καὶ κορυβαντιῶντες ἐνθουσιάζουσι, μέχρις ἂν τὸ ποθούμενον ἴδωσιν. εἶτα διὰ τὸν τῆς ἀθανάτου καὶ μακαρίας ζωῆς ἵμερον τετελευτηκέναι νομίζοντες ἤδη τὸν θνητὸν βίον ἀπολείπουσι τὰς οὐσίας υἱοῖς ἢ θυγατράσιν εἴτε καὶ ἄλλοις συγγενέσιν, ἑκουσίῳ γνώμῃ προκληρονομούμενοι, οἷς δὲ μὴ συγγενεῖς εἰσιν, ἑταίροις καὶ φίλοις· ἔδει γὰρ τοὺς τὸν βλέποντα πλοῦτον ἐξ ἑτοίμου λαβόντας τὸν τυφλὸν παραχωρῆσαι τοῖς ἔτι τὰς διανοίας τυφλώττουσιν. Ἀναξαγόραν καὶ Δημόκριτον Ἕλληνες ᾄδουσιν, ὅτι φιλοσοφίας ἱμέρῳ πληχθέντες μηλοβότους εἴασαν γενέσθαι τὰς οὐσίας· ἄγαμαι τοὺς ἄνδρας καὶ αὐτὸς γενομένους χρημάτων κρείττονας. ἀλλὰ πόσῳ βελτίονες οἱ μὴ θρέμμασιν ἐμβόσκεσθαι τὰς κτήσεις ἀνέντες, ἀλλὰ τὰς ἀνθρώπων ἐνδείας, συγγενῶν ἢ φίλων, ἐπανορθωσάμενοι καὶ ἐξ ἀπόρων εὐπόρους ἀποφήναντες; ἐκεῖνο μὲν γὰρ ἀπερίσκεπτον — ἵνα μὴ μανιῶδες ἐπ’ ἀνδρῶν, οὓς ἡ Ἑλλὰς ἐθαύμασεν, εἴπω τὸ ἔργον —, τοῦτο δὲ νηφάλιον καὶ μετὰ φρονήσεως ἠκριβωμένον περιττῆς. οἱ πολέμιοι 1 τό θεραπευτικὸν δὲ Η προδιδασκόμενον Conybeare (p. 200): προσδιδασκόμενον codd. (v) 2 ἀφιέσθω M αἰσθητὸν] νοητὸν Arm 3 δ’ AH 4 οὔτ’ (bis) FA οὔτε ἐκ] ἢ C παραινέσεως ἢ παρακλήσεως CFGA Lat: παρακλήσεως ἢ παραινέσεων M (Mang.), παραινέσεως ἢ om. HP (Turn.), ἢ παρακλήσεως om. Arm 5 ἀναρπασθέντες Α 6 μέχρι C 7 καὶ μακαρίας om. Arm ἵμερον ex ἥμερον corr. F2 8 ἤδη om. Arm 8. 9 οἱοῖς—ἄλλοις om. Arm 9 προκληρονομούμενοι Arm, praehereditati Lat: προσκληρονομούμενοι codd. (v) ῶν ῶν 10 μὴ] μηδὲ Α 11 τὸν τυφλόν M 12 Ἕλληνες om. M 13 ἱμέρω φιλοσοφίας transp. Α πλησθέντες Α μηλοβότας Α 14 αὐτὸς MA Arm (Mang. Conyb.): αὐτοὺς ceteri Lat γινομένους Α κρείττους C (v) 15 βελτίονες] κρείττονες HP 16 ἀνθρώπων] ἀνθρωπίνας M 17 μὴ] μὴ μόνον HP (v) 18 ἡ ἑλλὰς οὓς transp. Α ἡ om. F 19 νηφάλιόν τε καὶ M μετὰ om. M περιττῆς] περὶ(??) ἧς C, περὶ ἧς G, γρ. περὶ ἧς P, περιττῆς. περὶ ἧς M 8 Euseb. Hist. eccl. II 17, 5 ὅμως δ’ οὖν ἐν πρώτοις τὴν ἀπόταξιν αὐτοῖς τῆς οὐσίας μαρτυρεῖ, φάσκων ἀρχομένους φιλοσοφεῖν ἐξίστασθαι τοῖς προσήκουσι τῶν ὑπαρχόντων. 12 cf. Philo de provid. II § 12. 13. Plat. Hipp. mai. 283a. Plut. Pericl. 16. de vitando aere alieno 8 p. 831 f. Cic. Tusc. V 114. Diog. La. II 6. Suid. Ἀναξαγόρας. de Democrito: Cic. de fin. V 87. Hor. Epist. I 12. 12. Lactant. Inst. div. III 23. Orig. c. Cels. II 84. τί πλέον δρῶσιν ἢ κείρουσι καὶ δενδροτομοῦσι τὴν τῶν ἀντιπάλων χώραν, ἵνα σπάνει τῶν ἀναγκαίων πιεσθέντες ἐνδῶσι; τοῦτο οἱ περὶ Δημόκριτον τοῖς ἀφ’ αἵματος εἰργάσαντο χειροποίητον ἔνδειαν καὶ πενίαν αὐτοῖς κατασκευάσαντες, οὐκ ἐξ ἐπιβουλῆς ἴσως, ἀλλὰ τῷ μὴ προϊδέσθαι καὶ περιαθρῆσαι τὸ τοῖς ἄλλοις συμφέρον.