Ἐσσαίων πέρι διαλεχθείς, οἳ τὸν πρακτικὸν ἐζήλωσαν καὶ διεπόνησαν βίον ἐν ἅπασιν ἢ — τὸ γοῦν φορητότερον εἰπεῖν — τοῖς πλείστοις μέρεσι διενεγκόντες, αὐτίκα καὶ περὶ τῶν θεωρίαν ἀσπασαμένων ἀκολουθίᾳ τῆς πραγματείας ἑπόμενος τὰ προσήκοντα λέξω, μηδὲν οἴκοθεν ἕνεκα τοῦ βελτιῶσαι προστιθείς, ὃ δρᾶν ἔθος ἐν σπάνει καλῶν ἐπιτηδευμάτων ἅπασι τοῖς ποιηταῖς καὶ λογογράφοις, ἀλλ’ ἀτεχνῶς αὐτῆς περιεχόμενος τῆς ἀληθείας, πρὸς ἣν οἶδ’ ὅτι καὶ ὁ δεινότατος εἰπεῖν ἀπαγορεύσει. διαθλητέον δὲ ὅμως καὶ διαγωνιστέον· οὐ γὰρ δεῖ τὸ μέγεθος τῆς τῶν ἀνδρῶν ἀρετῆς αἴτιον ἀφωνίας γενέσθαι τοῖς μηδὲν καλὸν ἡσυχάζεσθαι δικαιοῦσιν. ἡ δὲ προαίρεσις τῶν φιλοσόφων εὐθὺς ἐμφαίνεται διὰ τῆς προσρήσεως· θεραπευταὶ γὰρ καὶ θεραπευτρίδες Tit. Φίλωνος ἱκέται ἣ περὶ ἀρετῶν δ’ C, φίλωνος περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν ἀρετῶν τὸ δ’ MG, τοῦ αὐτοῦ περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν ἀρετῶν τὸ δ΄ F, Φίλωνος ἰουδαίου περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν ἀρετῆς τὸ τέταρτον Α, περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν ἀρετῶν HP (v), περὶ βίου θεωρητικοῦ Arm 1 διαλεχθείς] disputaturus Lat 2 τὸ γοῦν φορητότερον εἰπεῖν] ne mediocrius adseram Lat φορητότερον] ἀφορητότερον CHP Αrm (Conyb.), εὐφορητότερον mg C (Turn.) 3 διενεγκόντων Α 4 τῆς] τῆ F 5 ἐν om. Mang. 6 τοῖς om. Arm 8 δὲ ὅμως] δ’ ὁμοίως Α, οὖν F in ras. 11 διὰ] ἀπὸ A θεραπευτρίδαις P, θεραπευτίδες Α 11 sqq. Euseb. Hist. eccl. II 17, 3 πρῶτόν γέ τοι τὸ μηθὲν πέρα τῆς ἀληθείας οἴκοθεν καὶ ἐξ ἑαυτοῦ προσθήσειν (l. 5), οἷς ἱστορήσειν ἔμελλεν, ἀπισχυρισάμενος (scil. Φίλων) ἐν ᾧ ἐπέγραψεν λόγῳ Περὶ βίου θεωρητικοῦ ἡ ἱκετῶν, θεραπευτὰς αὐτοὺς καὶ τὰς σὺν αὐτοῖς γυναῖκας θεραπευτρίδας ἀποκαλεῖσθαί φησιν, τἀς αἰτίας ἐπειπὼν τῆς τοιάσδε προσρήσεως, ἤτοι παρὰ τὸ τὰς ψυχὰς τῶν προσιόντων αὐτοῖς τῶν ἀπό κακίας παθῶν ἰατρῶν δίκην ἀπαλλάττοντας ἀκεῖσθαι καὶ θεραπεύειν ἡ τῆς περὶ τὸ θεῖον καθαρᾶς καὶ εἰλικρινοῦς θεραπείας τε καὶ θρησκείας ἕνεκα. ἐτύμως καλοῦνται, ἤτοι παρόσον ἰατρικὴν ἐπαγγέλλονται κρείσσονα τῆς κατὰ πόλεις — ἡ μὲν γὰρ σώματα θεραπεύει μόνον, ἐκείνη δὲ καὶ ψυχὰς νόσοις κεκρατημένας χαλεπαῖς τε καὶ δυσιάτοις, ἃς ἐγκατέσκηψαν ἡδοναὶ καὶ ἐπιθυμίαι καὶ λῦπαι καὶ φόβοι πλεονεξίαι τε καὶ ἀφροσύναι καὶ ἀδικίαι καὶ τὸ τῶν ἄλλων παθῶν καὶ κακιῶν ἀνήνυτον πλῆθος — ἢ παρόσον ἐκ φύσεως καὶ τῶν ἱερῶν νόμων ἐπαιδεύθησαν θεραπεύειν τὸ ὄν, ὃ καὶ ἀγαθοῦ κρεῖττόν ἐστι καὶ ἑνὸς εἰλικρινέστερον καὶ μονάδος ἀρχεγονώτερον. οἷς τίνας συγκρίνειν ἄξιον τῶν ἐπαγγελλομένων εὐσέβειαν; ἆρά γε τοὺς τὰ στοιχεῖα τιμῶντας, γῆν, ὕδωρ, ἀέρα, πῦρ; οἷς καὶ ἐπωνυμίας ἔθεντο ἑτέρας ἕτεροι, τὸ μὲν πῦρ Ἥφαιστον παρὰ τὴν ἔξαψιν, οἶμαι, καλοῦντες, Ἥραν δὲ τὸν ἀέρα παρὰ τὸ αἴρεσθαι καὶ μετεωρίζεσθαι πρὸς ὕψος, τὸ δὲ ὕδωρ Ποσειδῶνα τάχα που διὰ τὸ ποτόν, τὴν δὲ γῆν Δήμητραν, παρόσον μήτηρ εἶναι δοκεῖ πάντων φυτῶν τε καὶ ζῴων. ἀλλὰ τὰ μὲν ὀνόματα σοφιστῶν ἐστιν εὑρήματα, τὰ δὲ στοιχεῖα ἄψυχος ὕλη καὶ ἐξ ἑαυτῆς ἀκίνητος, ὑποβεβλημένη τῷ τεχνίτῃ πρὸς ἁπάσας σχημάτων καὶ ποιοτήτων ἰδέας. ἀλλὰ τοὺς τὰ ἀποτελέσματα, ἥλιον, σελήνην ἢ τοὺς ἄλλους ἀστέρας πλάνητας ἢ ἀπλανεῖς ἢ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον; ἀλλὰ καὶ ταῦτα οὐκ ἐξ ἑαυτῶν γέγονεν, ἀλλ’ ὑπό τινος δημιουργοῦ τελειοτάτου τὴν ἐπιστήμην. ἀλλὰ τοὺς ἡμιθέους;