τούτους ἀναδιδάσκονται μὲν καὶ παρὰ τὸν ἄλλον χρόνον, ἐν δὲ ταῖς ἑβδόμαις διαφερόντως. ἱερὰ γὰρ ἡ ἑβδόμη νενόμισται, καθ’ ἣν τῶν ἄλλων ἀνέχοντες ἔργων, εἰς ἱεροὺς ἀφικνούμενοι τόπους, οἳ καλοῦνται συναγωγαί, καθ’ ἡλικίας ἐν τάξεσιν ὑπὸ πρεσβυτέροις νέοι καθέζονται, μετὰ κόσμου τοῦ προσήκοντος ἔχοντες ἀκροατικῶς. εἶθ’ εἷς μέν τις τὰς βίβλους ἀναγινώσκει λαβών, ἕτερος δὲ τῶν ἐμπειροτάτων ὅσα μὴ γνώριμα 2 ἀποδιοπομπούμενοι] ἀποδίδονται ποιούμενοι M 3 ἀλλὰ Α 4 τε] τὸ M ἰσότητα MG Eus: ὁσιότητος F, ὁσιότητα ceteri (Turn.) 5 ἀσεβῶν] δυσεβῶν (sic) T 6 θρεψαμένη M: θρέψασα ceteri Eus (v) δίκην] τρόπον M Eus ἀδελφοὺς] ὡς ἀδελφοὺς HP (v) 7 ἀλλ’] ἀλλὰ καὶ M ὄντως ὄντας transp. AT ὧν τὴν συγγένειαν M Eus: τὴν δὲ συγγένειαν FH (Turn.), τὴν συγγένειαν δὲ GPAQT 9 τε M Eus: δέ ceteri (Turn.) ὡς om. M 11 κατ’ FAQT αὐτοῦ] αὐτῶν F, αὐτῆς T 12 περὶ] τε T φιλοσοφεῖν M ante τὸ add. καὶ Α 13 διακονοῦσιν G ἀλείπταις χρώμενοι] ἀεὶ ὑπισχνούμενοι M τοὺς πατρίους νόμους M, τοῖς πατρῴοις νόμοις F Eus 14 ἀνθρωπίνην ἐπινοῆσαι] ἔστι νοῆσαι ἀνθρωπίνην M κατοκωχῆς scripsi: κατακοχῆς M, κατοχῆς G Eus codd. plerique, κατακωχῆς corr. ex καταδοχῆς Η, κατακωχῆς ceteri Eus codd. EI (v) ἐνθέου] ἐνθέτου T 15 τοῦτο T ἀναδιδάσκοντας QT, ἀναδιδάσκοντες H (Turn.) α α περὶ Α, περὶ QT 15. 16 ἑβδόμαις] ἑβδόμοις Η (Turn.), Βοῦλίς M 16 διαφερόντως M Eus: μάλιστα διαφερόντως ceteri (Turn.) ἡ om. P 17 ἀνέχονται G, ἀντέχονται HP, ἀπέχονται L (Turn.) εἰς ἱεροὺς MFGHP Eus: εἰς ἱεροὺς δέ G, καὶ εἰς ἱεροὺς AQT (Mang.) 18 καθ’ ἡλικίαν Eus codd. nonnulli πρεσβυτέρους Q καθίζονται Q 19 ἀκροαματικῶς G εἶθ’ εἷς μέν τις scripsi: εἶθ᾿ ὁ μὲν codd. (v), εἷς μέν τις Eus 20 ἀναγινώσκειν M ἅτερος Α ἐμπειροτέρων A παρελθὼν ἀναδιδάσκει· τὰ γὰρ πλεῖστα διὰ συμβόλων ἀρχαιοτρόπῳ ζηλώσει παρ’ αὐτοῖς φιλοσοφεῖται. παιδεύονται δὲ εὐσέβειαν, ὁσιότητα, δικαιοσύνην, οἰκονομίαν, πολιτείαν, ἐπιστήμην τῶν πρὸς ἀλήθειαν ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων, αἱρέσεις ὧν χρὴ καὶ φυγὰς τῶν ἐναντίων, ὅροις καὶ κανόσι τριττοῖς χρώμενοι, τῷ τε φιλοθέῳ καὶ φιλαρέτῳ καὶ φιλανθρώπῳ. τοῦ μὲν οὖν φιλοθέου δείγματα παρέχονται μυρία· τὴν παρ’ ὅλον τὸν βίον συνεχῆ καὶ ἐπάλληλον ἁγνείαν, τὸ ἀνώμοτον, τὸ ἀψευδές, τὸ πάντων μὲν ἀγαθῶν αἴτιον, κακοῦ δὲ μηδενὸς νομίζειν εἶναι τὸ θεῖον· τοῦ δὲ φιλαρέτου τὸ ἀφιλοχρήματον, τὸ ἀφιλόδοξον, τὸ ἀφιλήδονον, τὸ ἐγκρατές, τὸ καρτερικόν, ἔτι δὲ ὀλιγοδεΐαν, ἀφέλειαν, εὐκολίαν, τὸ ἄτυφον, τὸ νόμιμον, τὸ εὐσταθές, καὶ ὅσα τούτοις ὁμοιότροπα· τοῦ δὲ φιλανθρώπου εὔνοιαν, ἰσότητα, τὴν παντὸς λόγου κρείττονα κοινωνίαν, περὶ ἧς οὐκ ἄκαιρον βραχέα εἰπεῖν. πρῶτον μὲν τοίνυν οὐδενὸς οἰκία τίς ἐστιν ἰδία, ἣν οὐχὶ πάντων εἶναι κοινὴν συμβέβηκε· πρὸς γὰρ τῷ κατὰ θιάσους συνοικεῖν ἀναπέπταται καὶ τοῖς ἑτέρωθεν ἀφικνουμένοις τῶν ὁμοζήλων.