τὰ μὲν οὖν ἀπ’ ἀρετῆς οὐ βιασθεὶς ἀλλ’ ἑκών — αἱρετὰ γάρ ἐστιν αὐτῷ πάνθ’ ἃ δρᾷ —, τὰ δ’ ἀπὸ κακίας ἅτε φευκτὰ οὐδ’ ὄναρ πράττει· οὐδὲ μὴν τὰ ἀδιάφορα εἰκός, πρὸς ἃ καθάπερ ἐπὶ πλάστιγγος ἡ διάνοια ἰσορροπεῖ, δεδιδαγμένη μήτε ὡς ὁλκὸν ἔχουσι δύναμιν ἐνδιδόναι μήθ’ ὡς ἀποστροφῆς ἀξίοις δυσχεραίνειν. ἐξ ὧν ἐστι δῆλον, ὅτι οὐδὲν ἄκων ποιεῖ οὐδ’ ἀναγκάζεται· δοῦλος δ’ εἴπερ ἦν, ἠναγκάζετ’ ἂν· ὥστ’ ἐλεύθερος ἂν εἴη ὁ ἀστεῖος. Ἐπεὶ δέ τινες τῶν ἥκιστα κεχορευκότων Μούσαις λόγων ἀποδεικτικῶν οὐ συνιέντες, οἳ τὰς καθόλου τῶν πραγμάτων ἐμφάσεις παριστᾶσιν, εἰώθασιν ἐρωτᾶν· τίνες οὖν ἢ πρότερον γεγόνασιν ἄνδρες ἢ νῦν εἰσιν, ὁποίους ἀναπλάττετε; καλόν γε ἀποκρίνασθαι, ὅτι καὶ πάλαι τινὲς ἦσαν οἳ τῶν καθ’ ἑαυτοὺς ἀρετῇ διέφερον, ἡγεμόνι μόνῳ θεῷ χρώμενοι καὶ κατὰ νόμον, τὸν ὀρθὸν φύσεως λόγον, ζῶντες, οὐκ ἐλεύθεροι μόνον, ἀλλὰ καὶ τοὺς πλησιάζοντας ἐλευθέρου φρονήματος ἀναπιμπλάντες, καὶ ἐφ’ ἡμῶν αὐτῶν ἔτ’ εἰσὶν ὥσπερ εἰκόνες ἀπὸ ἀρχετύπου 1. 2 καὶ ἀδιάφορα—αἱρετὰ γὰρ om. F διάφορα T ἀπ’] ἐπ’ H1P οὐ om. Η1, ss. H2 2 αἱρετὰ] ἀρεταὶ ΗΡ1 (Turn.) ante ἐστιν add. καὶ F ἐστιν] εἰσιν Η (v) αὐτῶ ἐστὶ transp. M πάνθ’ ἃ FGA: πάντα M, πάνθ’ ὅσα HP (v), πάνθ’ ὅσα ἄν QT ἀπὸ] ὑπὸ T 4 ἰσορρεπεῖ M μήθ’ ὡς Α, μὴ τέως F 5 ἐνδιδόναι] εἰδέναι QT μήθ’] μήδ’ FH2 μήτ᾿ v) ἀποστροφῆς—δῆλον] ἀποστραφῆναι, ὡς δῆλον M (cf. 1. 8) 6 ποιεῖ MFG: om. ceteri δ’] τ’ QT 7 ἠναγκάζετο (om. ἄν) M ὥστε M ἐλεύθερος] ἐκτὸς M 8 ἐπεὶ δέ GAQT: ἐπειδή MFH1P, ἐπειδὴ δέ Η2 (v) post τινες add. ἀξιοῦσι δυσχεραίνειν ἐξ ὧν ἐστι M (cf. I. 5) κεχορευκότων codd.: συγκεχορευκότων v; cf. de aetern. mundi § 55. de post. Caini § 137 8. 9 post λόγων ἐπιδεικτικῶν deesse δύναμιν coni. Mang.; sed cf. e. gr. Herod. I 47. IV 113. Thuc. I 3, 4 9 οἲ] οὐ MQT τὰς] τά Η1Ρ 10 παριστῶσιν G, ἱστῶσιν AQT, παριστᾶσιν om. M ἢ ante πρότερον om. M 11 ἀναπλάττετε GAQTH2: ἀναπράττετε M, ἀναπλάττεται FH1P, ἀναπλάττεσθαι L ἀναπλάττεσθε v) γε om. M ὅτι ΜΗ2: διότι ceteri 12 οἲ om. F οἲ τῶν καθ’ ἑαυτοὺς M: τῶν καθ’ αὑτοὺς οἲ ceteri (v) ἀρετῇ διέφερον] ἀρετῶν διαφέροντες F 13 τὸν ὀρθῶς M, τῶν ὀρθῶν G λόγων G 14 φρονήματος ἐλευθέρου τοὺς πλησιάζοντας transp. M 14. 15 ἀναπιμπλῶντες MAQT 15 ἔτ᾿ M: ἔτι ceteri (v) εἰσὶν ἔτι transp. F ἀπ’ Α, ἀπὸ om. M 15 sqq. Seneca de const. sap. 7, 1 Non est quod dicas, ita ut soles, hunc sapientem nostrum nusquam inveniri. non fingimus istud humani ingenii vanum decus nec ingentem imaginem falsae rei concipimus, sed qualem conformamus, exhibuimus, exhibebimus, raro forsitan magnisque aetatium intervallis unum; neque enim magna et excedentia solitum ac vulgarem modum crebro gignuntur. Epist. 42, 1 nec est mirum ex intervallo magna generari: mediocria et in turbam nascentia saepe fortuna producit, eximia vero ipsa raritate commendat. γραφῆς, σοφῶν ἀνδρῶν καλοκἀγαθίας, τυπωθέντες. οὐ γάρ, εἰ αἱ τῶν ἀντιλεγόντων ψυχαὶ κεχηρεύκασιν ἐλευθερίας, ὑπ’ ἀφροσύνης καὶ τῶν ἄλλων κακιῶν δουλαγωγηθεῖσαι, διὰ τοῦτο καὶ τὸ τῶν ἀνθρώπων γένος. εἰ δὲ μὴ κατὰ στίφη μεγάλα προΐασιν ἀγεληδόν, θαυμαστὸν οὐδέν· πρῶτον μέν, ὅτι τὰ λίαν καλὰ σπάνια, εἶτ’ ἐπειδὴ τὸν τῶν εἰκαιοτέρων ἐκτρεπόμενοι πολὺν ὅμιλον θεωρίᾳ τῶν τῆς φύσεως σχολάζουσιν, εὐχόμενοι μέν, εἴ πως ἐνῆν, ἐπανορθώσασθαι τὸν βίον—κοινωφελὲς γὰρ ἡ ἀρετή —, τὸ δὲ ἀδυνατοῦντες, πλημμυρούντων κατὰ πόλεις ἀλλοκότων πραγμάτων, ἃ ψυχῆς πάθη καὶ κακίαι συνηύξησαν, ἀποδιδράσκουσιν, ὡς μὴ τῇ ῥύμῃ τῆς φορᾶς καθάπερ ἀπὸ χειμάρρου βίας κατασυρεῖεν. ἡμᾶς δέ, εἰ βελτιώσεως ζῆλός τις ἦν, ἰχνηλατεῖν ἔδει τὰς τούτων καταδύσεις καὶ ἱκέτας καθεζομένους παρακαλεῖν, ἵνα τεθηριωμένον τὸν βίον προσελθόντες ἐξημερώσωσιν, ἀντὶ πολέμου καὶ δουλείας καὶ κακῶν ἀμυθήτων εἰρήνην καὶ ἐλευθερίαν καὶ τὴν τῶν ἄλλων ἀγαθῶν ἀφθονίαν περιρρεομένην καταγγείλαντες. νυνὶ δὲ χρημάτων μὲν ἕνεκα πάντας μυχοὺς ἐρευνῶμεν καὶ γῆς στρυφνὰς καὶ ἀποκρότους φλέβας ἀναστέλλομεν, καὶ μεταλλεύεται μὲν πολλὴ τῆς πεδιάδος, μεταλλεύεται δὲ οὐκ ὀλίγη τῆς ὀρεινῆς, χρυσὸν καὶ ἄργυρον, χαλκόν τε καὶ σίδηρον, καὶ τὰς ἄλλας ὕλας ἀναζητούντων.