πῶς γὰρ οὐκ ἐκτόπια καὶ θαύματ’ ὄντως, φυγάδας μὲν καλεῖν τοὺς μὴ μόνον ἐν μέσῃ τῇ πόλει διατρίβοντας, ἀλλὰ καὶ βουλεύοντας καὶ δικάζοντας καὶ ἐκκλησιάζοντας, ἔστι δ’ ὅτε καὶ ἀγορανομίας καὶ γυμνασιαρχίας καὶ τὰς ἄλλας λειτουργίας ὑπομένοντας, πολίτας δὲ τοὺς ἢ μὴ ἐγγραφέντας τὸ παράπαν ἢ ὧν ἀτιμία καὶ φυγὴ κατέγνωσται, πέραν ὅρων ἀνθρώπους ἐληλαμένους, οὐ μόνον οὐκ ἐπιβῆναι τῆς χώρας ἀλλ’ οὐδ’ ἐξ ἀπόπτου τὸ πατρῷον ἔδαφος θεάσασθαι δυναμένους, εἰ μή τισι Ποιναῖς ἐλαύνοιντο 1 γινόμενοι HAQT προστάγματι] πράγματι AQT νόμον M: λόγον ceteri (v; αὐτὸν P 2 ὑπετόπασαν Α δόξας δ’ GA: δόξας (om. δ’) ceteri, καὶ δόξας v ἀγελαίας GT 3 ἄλλην codd.: ἄβατον Mang. ἄβατον hoc loco M: om. ceteri ἰδιώτας Turn. 4 ἀνατείλαντες M: ἀνατείλαντες ceteri (v) ψαύειν M: ψαῦσαι ceteri (v) 6 αὐτὴν ἐδέξαντο] αὐτῆς ἐγεύσαντο AQT (Mang.) σοφιστείας GH, σοφιστίας P Urbin. : σοφίας ceteri 6. 7 μεταχαράξαντες] παραχαράξαντες HP (v) 7 οὗτοι γὰρ G τὸ om. M Urbin. οὐ MFGA Urbin.: μὴ HPQT (v) 8 κατὰ ψυχὴν] κατ’ ὄψιν QT 9 ὅσ’ FGAP: ὅσα Η (v), ὅσοι M, ὡς QT 10 αὐγαῖς M: αὐτοῖς ceteri (v) ; ἐν αὐγαῖς conicio ἀκράτοις τῶν ἡλιακῶν M ἀκτίνων addidi): ἀκτίνων κρατούντων FG, ἀκτίνων κρατούντων ἡλιακῶν AQT, ἡλιακῶν ἀκτίνων ἐπικρατούντων HP (v) εἱλικρινεστέραις M παραθρήσαντες A 10. 11 διηγῶνται] διάγονται M; ἐκεῖνοι διηγῶνται conicio 11 φάσματα AQT ἐοικότα—θαύματ᾿ (12) om. AQT τοῖς om. Mang. 12 ἔκτοπα F θαύματα F2, αὐτόματα M ante φυγάδας add. ὡς AQT 13 καὶ δικάζοντας om. AQT 16 ἢ om. F πέραν ὅρων] πέραν ὁρῶν G, πέρας ὅρων F, περιορᾶν HP (Turn.) 17 ἐπιβῆναι] ἀποβῆναι AQ 18 ἔδαφος] πέδον F in textu, ἔδαφος mg F δυνάμενοι M 4—9 Cod. Urbin. gr. fol. 306V: φῶνος· λέγω ὸἑ μὴ καθαροὺς — ἀπιστοῦσι τοῖς ἐν ἡμέρᾳ ζῶσιν. 7—11 cf. Plat. Resp. VII 514 ss. 17 sq. Etiseb. Hist. eccl. III 6,3 τὸ πᾶν ἔθνος (ludaeorum) ἐξ ἐκείνου καὶ τῆς περὶ τά Ἱεροσόλυμα γῆς πάμπαν ἐπιβαίνειν εἴργεται νόμου δόγματι καὶ διατάξεσιν Ἀδριανοῦ, ὡς ἄν μηδ’ ἐξ ἀπόπτου θεωροῖεν τὸ πατρῷον ἔδαφος, ἐγκελευσαμένου· Ἀρίστων 6 Πελλαῖος ἱστορεῖ. θανατῶντες; ἔφεδροι γὰρ καταστειχόντων κολασταὶ μυρίοι, καὶ δι’ ἑαυτῶν ἠκονημένοι καὶ νόμων προστάξεσιν ὑπηρετοῦντες. πῶς δὲ οὐ παράλογα καὶ γέμοντα πολλῆς ἀναισχυντίας ἢ μανίας ἢ οὐκ ἔχω τί λέγω —διὰ γὰρ ὑπερβολὴν οὐδ’ οἰκείων ὀνομάτων εὐπορῆσαι ῥᾴδιον—πλουσίους μὲν ὀνομάζειν τοὺς ἀπορωτάτους καὶ τῶν ἀναγκαίων ἐνδεεῖς, λυπρῶς καὶ ἀθλίως ἀποζῶντας, μόλις τὸ ἐφήμερον ἐκπορίζοντας, ἐν εὐθηνίᾳ κοινῇ λιμὸν ἐξαίρετον ἔχοντας, ἀρετῆς αὔρᾳ, καθάπερ ἀέρι φασὶ τοὺς τέττιγας, τρεφομένους, πένητας δὲ τοὺς ἀργύρῳ καὶ χρυσῷ καὶ πλήθει κτημάτων καὶ προσόδων καὶ ἄλλων ἀμυθήτων ἀγαθῶν ἀφθονίᾳ περιρρεομένους, ὧν ὁ πλοῦτος οὐ συγγενεῖς καὶ φίλους αὐτὸ μόνον ὤνησεν, ἀλλὰ καὶ τῆς οἰκίας ἔξω προελθὼν μεγάλους ὁμίλους δημοτῶν καὶ φυλετῶν, διαβὰς δ’ ἔτι μεῖζον καὶ πόλει χορηγεῖ τὰ πάντα, ὧν εἰρήνη χρεῖος ἢ πόλεμος; ἀπὸ δὲ τῆς αὐτῆς ὀνειρώξεως τοῖς μὲν ἀμφιθαλέσι καὶ τῷ ὄντι εὐπατρίδαις, ὧν οὐ γονεῖς μόνον ἀλλὰ καὶ πάπποι καὶ πρόγονοι μέχρι τῶν ἀρχηγετῶν καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν ἐπιφανέστατοι γεγόνασι, δουλείαν ἐτόλμησαν ἐπιφημίσαι, τοῖς δ’ ἐκ τριγονίας στιγματίαις, πεδότριψι καὶ παλαιοδούλοις, ἐλευθερίαν.