<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="41"><p><milestone unit="altref" n="7"/> Μάθοι δ’ ἄν τις τὴν ἐλευθερίαν, ἣ περὶ τὸν σπουδαῖόν ἐστι,
καὶ ἐξ ἑτέρων· δοῦλος εὐδαίμων πρὸς ἀλήθειαν οὐδείς· τί γὰρ ἀθλιώτερον
ἢ πάντων ἄκυρον εἶναί τινα καὶ ἑαυτοῦ; ὁ δέ γε σοφὸς εὐδαίμων, ἕρμα
καὶ πλήρωμα καλοκἀγαθίας ἐπιφερόμενος, ἐν ᾗ τὸ κῦρός ἐστιν ἁπάντων· <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="42"><p><add>ὥστ’</add> ἀναμφιβόλως καὶ ἐξ ἀνάγκης ὁ σπουδαῖος ἐλεύθερός ἐστι. πρὸς
τούτοις τίς οὐκ ἂν εἴποι τοὺς φίλους τῶν θεῶν ἐλευθέρους εἶναι; εἰ μὴ
τοῖς μὲν τῶν βασιλέων ἑταίροις <milestone unit="altpage1" n="p. 452 M."/>  ἄξιον οὐ μόνον ἐλευθερίαν ἀλλὰ καὶ
ἀρχὴν ὁμολογεῖν συνεπιτροπεύουσι καὶ συνδιέπουσι τὴν ἡγεμονίαν, τοῖς
δὲ θεῶν τῶν ὀλυμπίων δουλείαν ἐπιφημιστέον, οἳ διὰ τὸ φιλόθεον εὐθὺς <lb n="15"/>
γενόμενοι θεοφιλεῖς, ἴσῃ ἀντιτιμηθέντες εὐνοίᾳ παρ’ ἀληθείᾳ δικαζούσῃ,
καθάπερ οἱ ποιηταί φασι, πανάρχοντές τε καὶ βασιλέες βασιλέων εἰσί.
<note xml:lang="mul" type="footnote"><lb/>1 post ἀνορχοῦνται quaedam deesse videri censuit Mang. 2—4 ὃς—λεόντων om. 
<lb/>2 ὃς MFGA: om. HP (Turn.) ἐπανατείναιντο scripsi: ἐπανατείναιτο M, ἐπανατείνοιτο G, ἐπανατείνονται F, ἐπανατείνοι AHP (v)
<lb/>4 ἀδουλωτότερον M: ἀδουλώτερον H, ἀδουλότερον ceteri (v) ἐλευθέρα M: ἐλευθερίῳ F, ἐλευθερία ceteri (v) 
<lb/>5 ἀτρώτῳ] ἀτρέπτῳ AQT ἢ om. M εἰ ΜΗ2: om. ceteri σώματι φύσει δούλω QT: σώμασι φύσει δούλοις MGHP (v), σωμάτων φύσει δούλοις F, σώματος φύσει δουλείας Α καὶ] ἐν Α
<lb/>6 κραταιοτάτῃ] ἀκμαιοτάτη M κραταιοτάτῃ ἰσχύος suspectum propter hiatum ἀφηνιάζοι M: ἀφηνιάζει FHP, ἀφηνιάζειν GAQT
<lb/>7 ἐλευθερίαν v (corr. Turn.): ἀλήθειαν codd.
<lb/>9 καὶ ἑαυτοῦ] ἐξ αὑτοῦ F γε om. M καὶ εὐδαίμων M
<lb/>10 ἐστι τῶν ἀπάντων F
<lb/>11 ὥστ’ add. Wilamowitz καὶ MG: τ’ ceteri (Turn.) 
<lb/>12 τίς MFG: ἔτι ceteri (v) post εἴποι add. τις Η2 (v), om. ceteri τῶν θεῶν scripsi (cf. l. 15): τοῦ θεοῦ codd. (v)
<lb/>13 οὐ M: μὴ ceteri (v) 
<lb/>14 ὁμολογεῖν scripsi: συνομολογεῖν codd. (v)
<lb/>15 θεῶ ATHP τῶν] τὴν L (Turn.) οἳ] οἶς M φιλόθεον] ὤφειλον M
<lb/>17 βασιλέες βασιλέων M: βασιλέων βασιλῆες ceteri (v)</note> <note xml:lang="lat" type="footnote"><lb/>1 sqq. Ambros. Epist. 37,
<lb/>13 . . . plerique emptores leonum sunt, et tamen non dominantur leonibus, sed ita subiciuntur vice versa, ut si exasperatos eos excutere cervice toros viderint, fugiant et delitescant. cf. Diog. La. VI
<lb/>75 (de Diogene Cynico) οὐδὲ γὰρ τοὺς λέοντας δούλους εἶναι τῶν τρεφόντων, ἀλλὰ τοὺς τρέφοντας τῶν λεόντων δούλου γὰρ τὸ φοβεῖσθαι, τὰ δέ θηρία φοβερὰ τοῖς ἀνθρώποις εἶναι.
<lb/>9 Cic. Parad. II ὅτι αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν. cf. Diog. La. VII 128.
<lb/>15 sqq. cf. Diog. La. VI
<lb/>37 et
<lb/>72 (de Diogene Cynico) πάντα τῶν σοφῶν εἶναι λέγων . . .· πάντα θεῶν ἐστι· φίλοι δὲ τοῖς σοφοῖς οἱ θεοί· κοινὰ δὲ τὰ τῶν φίλων· πάντα ἄρα τῶν σοφῶν.</note>  

<pb n="v.6.p.13"/>
νεανικώτερον δ’ ὁ τῶν Ἰουδαίων νομοθέτης προσυπερβάλλων,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="43"><p>ἅτε γυμνῆς ὡς λόγος ἀσκητὴς φιλοσοφίας, τὸν ἔρωτι θείῳ κατεσχημένον καὶ τὸ ὂν μόνον
θεραπεύοντα οὐκέτ’ ἄνθρωπον ἀλλὰ θεὸν ἀπετόλμησεν εἰπεῖν (Exod. 7, 1)·
ἀνθρώπων μέντοι θεόν, οὐ τῶν τῆς φύσεως μερῶν, ἵνα τῷ πάντων
<lb n="5"/> καταλίπῃ πατρὶ τὸ θεῶν εἶναι βασιλεῖ καὶ θεῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="44"><p>ἆρ’ ἄξιον τὸν προνομίας τοσαύτης τετυχηκότα δοῦλον ἢ μόνον ἐλεύθερον εἶναι νομίζειν; ὃς εἰ
καὶ θείας οὐκ ἠξίωται μοίρας καθ’ αὑτόν, ἀλλά τοι διὰ τὸ φίλῳ θεῷ χρῆσθαι
πάντως ὤφειλεν εὐδαιμονεῖν· οὔτε γὰρ ἀσθενὴς ὁ ὑπέρμαχος οὔτε φιλικῶν
ἀμελὴς δικαίων θεὸς ἑταιρεῖος ὢν καὶ τὰ κατὰ τοὺς ἑταίρους ἐφορῶν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="45"><p><lb n="10"/> ἔτι τοίνυν, ὥσπερ τῶν πόλεων αἱ μὲν ὀλιγαρχούμεναι καὶ τυραννούμεναι δουλείαν ὑπομένουσι χαλεποὺς καὶ βαρεῖς ἔχουσαι δεσπότας τοὺς ὑπαγομένους
καὶ κρατοῦντας, αἱ δὲ νόμοις ἐπιμεληταῖς χρώμεναι καὶ προστάταις
εἰσὶν ἐλεύθεραι, οὕτως καὶ τῶν ἀνθρώπων, παρ’ οἷς μὲν ὀργὴ ἢ
ἐπιθυμία ἤ τι ἄλλο πάθος ἢ καὶ ἐπίβουλος κακία δυναστεύει, πάντως
<lb n="15"/> εἰσὶ δοῦλοι, ὅσοι δὲ μετὰ νόμου ζῶσιν, ἐλεύθεροι.</p></div></div></body></text></TEI>