καὶ μὴν τοῖς μὲν εἰς ἀσύλους τόπους καταφεύγουσιν, ἐκ μόνων τῶν τόπων περιπεποιημένοις ἀσφάλειαν, ἐκ μυρίων ἄλλων ἀγωγίμοις συμβέβηκε γίνεσθαι, δώρων γυναικός, ἀδοξίας τέκνων, ἔρωτος ἀπάτης, τοῖς δὲ εἰς ἀρετὴν ὥσπερ εἰς ἀκαθαίρετον καὶ ἐρυμνότατον τεῖχος ἀλογεῖν βλημάτων, ὧν αἱ ἐφεδρεῖαι τῶν παθῶν βάλλουσι καὶ τοξεύουσι. ταύτῃ τις πεφραγμένος τῇ δυνάμει μετὰ παρρησίας ἂν εἴποι, ὅτι οἱ μὲν ἄλλοι πρὸς τῶν τυχόντων ἁλίσκονται, 1 άσυλίαι AQ ἀσυλία τόπων] ἃς ἰδία τόπον Μ οἰκετῶν] ἔοικε τῶν Α; ἱκετῶν Turn. καταφεύγουσιν MFA: καταφυγοῦσιν ceteri (v) τοῖς καταφυγοῦσιν οἰκετῶν transp. P 2 ὡς om. M ἰσοτελέσι] ὁμοτελέσι T παρέσχετο FG: παρέχονται P, παρέσχοντο ceteri (παρέχει Mang.) 3 ἄνω ἔτι ἄνω ceteri (v) παλαιοδούλοις M 4 ἰδεῖν ἐστιν ransp. M οἱ ἱκέται Α καθέζονται MA 4. 5 ἐλευθεροστομοῦντες MAQT ἀδείας post ἐλευθεροστομοῦντες transp. Α 5 εἰσὶ δ’ οἳ M: εἰσὶν οἳ ceteri (v) 6 ἅμα] ἄγαν Α 7 περί τε τοῦ δικαίου M οὓς] τοὺς G, οἷς F γὰρ om. M 8 αἰ δὲ] εἰ δ’ οἱ F, οὐδὲ M, οἱ δέ ceteri 9 ψυχὴν ἢν ex ῆς corr.) M ἐκ πάντων om. AT 10 ἐλευθέραν M ἀναφαίνουσαν H ἤθει M 11 πόσῳ μᾶλλον ἐλευθεροστομήσει ὁ σπουδαῖος; ante εἰ μὴ add. Wilamowitz εἰ μὴ M: εἰ om. ceteri (Turn.) ἐστιν] ἔστω GAQ αἴτια] ἡ αἴτιά τινα M 12 τὸ] τὴν M 13 οὐκέτι P καὶ τοῖς χωρίοις om. AT 14. 15 καταφυγοῦσιν M 15 μόνων M: om. AQT, μὲν FGHP (Turn.) περιπεποιημένους M, πεποιημένοις GT, τὲ πεποιημένοις Α 16 ἀγωγίμων F γενέσθαι Μ δῶρον M εὐδοξία M 17 δ’ A εἰς ἀρετὴν] εἰς τὴν ἀρετὴν T, ἶσα φαίνειν (sic) M 18 ὧν ΗΡ1Q: ἃ AP2T, ὡς FG, ὅσα M αἱ] ὅσαι αἱ F, αἱ om. M ἐφεδρίαι M 19 βάλλουσιν τοξεύουσι T 20 εἴπη ὅτι] εἴ τι Τ „ἐγὼ δ’ ἐμαυτοῦ“ κατὰ τὸν τραγικόν „καὶ κλύειν ἐπίσταμαι, ἄρχειν θ’ ὁμοίως, τἀρετῇ σταθμώμενος τὰ πάντα.“ λέγεται γοῦν ὁ Πριηνεὺς Βίας ἀπειλοῦντι Κροίσῳ μάλα καταφρονητικῶς ἀνταπειλῆσαι ἐπεσθίειν τῶν κρομμύων, αἰνιττόμενος τὸ κλαίειν, ἐπεὶ δάκρυα κινεῖ ἡ κρομμύων βρῶσις. οὕτως οἱ σοφοὶ βασιλικώτερον οὐδὲν ἀρετῆς νομίζοντες, ἣ τοῦ βίου παντὸς αὐτοῖς ταξιαρχεῖ, τὰς ἄλλων ἡγεμονίας ὡς ὑπηκόων οὐ δεδίασι. παρ’ ὃ τοὺς διχόνους καὶ δολεροὺς ἅπασιν ὀνομάζειν ἔθος ἀνελευθέρους τε καὶ δουλοπρεπεῖς. ὅθεν κἀκεῖνα εὖ πεφώνηται· „οὔποτε δουλείη κεφαλὴ εὐθεῖα πέφυκεν, ἀλλ’ αἰεὶ σκολιή, καὐχένα λοξὸν ἔχει.“ τὸ γὰρ πλάγιον καὶ ποικίλον καὶ ἀπατηλὸν ἦθος ἀγενέστατον, ὥσπερ εὐγενὲς τὸ εὐθὺ καὶ ἄπλαστον καὶ ἀνύπουλον, λόγων βουλεύμασι καὶ βουλευμάτων λόγοις συνᾳδόντων.