ὁ γὰρ ἡγεμὼν σώματος ἐν ἐμοὶ νοῦς ἀνδρείᾳ τονωθεὶς οὕτω σφόδρα νενεύρωται, ὡς ἐπάνω πάσης ἀλγηδόνος ἵστασθαι δύνασθαι.“ Φυλακτέον οὖν τὸν τοιοῦτον θῆρα συλλαμβάνειν, ὃς οὐκ ἀλκὴν μόνον ἀλλὰ καὶ ὄψιν φοβερὸς ὢν τὸ δυσάλωτον καὶ μὴ εὐκαταφρόνητον δείκνυται. 1 μεμοιραμένης M, μεμοιρασμένη P ψυχῆς Μ: καὶ ψυχῆς ceteri (v) φύσις GH: φύσιν Α, φύσει ceteri 2 ἐπ’ αὐτῆς MGP: ἐπ’ αὐτοῖς AQT (Turn.), ἐπ᾿ αὐταῖς F, ἐπ᾿ αὐτοὺς H 3 ποῦ δ’ ἐστὶν v: ποῦ γ᾿ ἐστὶν G, ποῦ ἐν F, ποῦ ἔνεστιν MP, που· ἔνεστιν AQT, ποῦ δὴ ἔνεστιν Η Ἀργοῦς] αὐδοῦς Α, αἰδοῦς QT ο ἱερὸ (sic) M αὔδασον v: δαπὲν (sic) M, αὔδασαι G, αὔδασε 4 ἐπανατάσεων M: ἐπαναστάσεων ceteri (Turn.) 5 ἀντιγεννίδα F, ἀντιγενίδη AT 6 ἐκεῖνος AT φησιν P ὀργισθεὶς om. P 7 βαθεῖ ἤθει M: βᾶθι ἤθει F, βᾶθι ἴθι HP (Turn.), βῆθι ἴθι AQT, βάσκ’ ἴθι G 8 τὸν σπουδαῖον Α ὠνητικῶς] νωμητικῶς M 9 φυγήν] ὑπερορίαν Α; φυγὴν ὑπερορίαν Mang. 10 τὸν om. MFH χρημάτων] τὴν χρημάτων MF, τὴν τῶν χρημάτων H (v) 11 βιοτή P ἢ θάνατον M: καὶ θάνατον ceteri (v) ἐπανατεινάμενον M 12 μορμολύττεται HQ: μορμολύττει ceteri 13 ὁρῶντες] ἰδόντες Α αὐτὸ] αὐτοῖς F 14 εὐεξίας M, εὐεξίας FHP διαπονήσαντες] δαπανήσαντες AQ ἑκάτερα FGA: ἑκάτερον ceteri (Turn.) 15 ἀνδρεία MP: ἀνδρία FGH (v), ἀνδρείως AQT τονωθεὶς] τὸ νωθρὸν F σφοδρῶς AQT —19 verbis φυλακτέον—δείκνυται sententiarum conexum turbari nemo non videt: paragraphos 32—40, ut supra dixi, huc transpoui voluit Massebieau 17 τὸν om. ἀλκὴν] ἄλλην M, ἀκμὴν F 3 Aesch. frg. 20. 5 sqq. fugit Philonis locus Maximilianum Dinse, qui de Antigenida Thebano musico disseruit (Berol. 1856). 10 cf. frg. trag. adesp. 318 τῷ γὰρ καλῶς πράσσοντι πᾶσα γῆ πατρίς. 10. 11 ἀρκεῖ μετρία βιοτά μοι: Eur. frg. 893, 1. Ἀσυλία τόπων πολλάκις οἰκετῶν τοῖς καταφεύγουσιν ἄδειαν καὶ ἐκεχειρίαν ὡς ἰσοτίμοις καὶ ἰσοτελέσι παρέσχετο· καὶ τοὺς ἐκ προπάππων καὶ τῶν ἄνω προγόνων κατά τινα συγγενικὴν διαδοχὴν παλαιοδούλους ἔστιν ἰδεῖν, ὅταν ἐν ἱεροῖς ἱκέται καθέζωνται, μετὰ πάσης ἀδείας ἐλευθεροστομοῦντας. εἰσὶ δ’ οἳ καὶ τοῖς κτησαμένοις οὐκ ἐξ ἴσου μόνον ἀλλὰ καὶ ἐκ πολλοῦ τοῦ περιόντος εὐτόνως ἅμα καὶ καταφρονητικῶς διαφέρονται περὶ τῶν δικαίων· οὓς μὲν γὰρ ὁ τοῦ συνειδότος ἔλεγχος, κἂν ὦσιν εὐπατρίδαι, πέφυκε δουλοῦσθαι, οἳ δὲ τὴν τοῦ σώματος ἄδειαν ἐκ τῆς περὶ τὸν τόπον ἀσυλίας πεπορισμένοι ψυχῆς, ἣν ὁ θεὸς ἐκ πάντων ἀχείρωτον ἐδημιούργησεν, ἐλεύθερα καὶ εὐγενῆ σφόδρα ἀναφαίνουσιν ἤθη· εἰ μὴ λίαν οὕτω τίς ἐστιν ἀλόγιστος, ὡς χωρία μὲν θάρσους αἴτια καὶ παρρησίας ὑπολαμβάνειν εἶναι, τὸ δὲ τῶν ὄντων θεοειδέστατον, ἀρετήν, μηκέτι, δι’ ἣν καὶ τοῖς χωρίοις καὶ τοῖς ἄλλοις ὅσα φρονήσεως μετέχει τὸ ἱεροπρεπὲς ἐγγίνεται.