πρῴην ὑποκριτῶν τραγῳδίαν ἐπιδεικνυμένων καὶ τὰ παρ’ Εὐριπίδῃ τρίμετρα διεξιόντων ἐκεῖνα „τοὐλεύθερον γὰρ ὄνομα παντὸς ἄξιον, κἂν σμίκρ’ ἔχῃ τις, μεγάλ’ ἔχειν νομιζέτω“, τοὺς θεατὰς ἅπαντας εἶδον ἐπ’ ἄκρων ποδῶν ὑπ’ ἐκπλήξεως ἀναστάντας καὶ φωναῖς μείζοσι καὶ ἐκβοήσεσιν ἐπαλλήλοις ἔπαινον μὲν τῆς γνώμης, ἔπαινον δὲ καὶ τοῦ ποιητοῦ συνείροντας, ὃς οὐ μόνον τὴν ἐλευθερίαν ἔργοις ἀλλὰ καὶ τοὔνομα αὐτῆς ἐσέμνυνεν. ἄγαμαι καὶ τῶν Ἀργοναυτῶν, οἳ σύμπαν ἀπέφηναν ἐλεύθερον τὸ πλήρωμα μηδένα μηδὲ τῶν εἰς ἀναγκαίας ὑπηρεσίας προσέμενοι δοῦλον, ἀδελφὴν ἐλευθερίας αὐτουργίαν ἐν τῷ τότε ἀσπασαμένων. εἰ δὲ καὶ ποιηταῖς προσέχειν ἄξιον — διὰ τί δὲ οὐ μέλλομεν; παιδευταὶ γὰρ οὗτοί γε τοῦ σύμπαντος βίου, καθάπερ ἰδίᾳ γονεῖς παῖδας καὶ οὗτοι δημοσίᾳ τὰς πόλεις σωφρονίζοντες —, οὐδ’ ἡ Ἀργὼ ναυαρχοῦντος Ἰάσονος ἐπέτρεπεν ἐπιβαίνειν οἰκέταις, 1 ἐπιτελούντων Α ὀίων] ὃν M 2 τύχοι ΑΗ (Turn.) τὴν om. AQT 4 τραγῳδίας AT 5 τὰ om. QT εὐριπίδι AP 6 τοὐλεύθερον γὰρ Stob.: τὸ ἐλευθερίας γάρ QT, τὸ γὰρ ἐλευθερίας Α, τὸ ἐλεύθερον γὰρ ceteri τ’ ἐλεύθερον γάρ v) 7 σμίκρ’] μικρὰ M, σμικρὸν AT, σμικρὰ ceteri μεγάλα MFHP νομιζέτω] νομίζεται Stob. 8 τοὺς θεατάς MG: τοὺς οὖν θεατὰς ceteri (v) ἅπαντας om. M εἶδον] ἦδον M ἐπ’ ἄκρων M: ἀπ’ ἄκρων ceteri ἀναστάντες ἐς corr. ex ος?) M 9 καὶ ante φωναῖς om. FQT ἐπαλλήλαις M, ἐπ’ ἀλλήλους T 10 καὶ om. AQT συνείροντες M, συνείροντος P 11 ἄγαμαι καὶ τὸ τῶν Ἀργοναυτῶν coni. Mang. 12 μηδὲ M: μήτε ex μηδὲ corr. H, μήτε ceteri (v) τῶν εἰς M: τῶν ἰδίας μήτε ἰῶν G. τῶν ἰδίας FP, τῆς ἰδίας HAQT (Turn.) 13 post ὑπηρεσίας add. ἕνεκα G προέμενοι M, προσιέμενοι FA δούλων G ἀδελφὴν MGQ: ἀδελφὸν ceteri (v) ἐλευθερία QT, ἐλεύθερον Α αὐτουργίαν M: λειτουργίαν ceteri (Turn.) 14 εἰ δὲ] εἴ γε G εἰ δὴ y) ποιητῆ AQT ἄξιον M: ὅσιον ceteri (Turn.) 15 δ’ M οὗτοί γε om. M, post τοῦ σύμπαντος transp. QT 16 ἰδίᾳ] οἷα M παῖδας M (coni. Mang.): παιδὸς ceteri (v) καὶ ante οὗτοι videtur delendum δημοσίᾳ om. T δημοσία τἀς πόλεις M: τὰς πόλεις δημοσία ceteri (v) σωφρονίζοντες Μ: σωφρονίζουσιν ceteri (v) 17 οὐδ’ ἡ] οὖ δὴ FHPT ἀργοναυταρχοῦντος HP ἀργοναυαρχοῦντος Turn.) ἐπέτρεπεν] επέγραπτεν (sic) F ἐπιβαίνειν ἐπιτρέπει οἰκέτην Α, οὐκ ἐπιτρέπει ἐπιβαίνειν οἰκέτην QT 6 Eur. frg. 275, 3. 4 (ap. Stob. Ecl. IV 8, 3). μεμοιραμένη ψυχῆς καὶ λογισμοῦ, φύσις οὖσα φιλελεύθερος. ὅθεν καὶ ὁ Αἰσχύλος ἐπ’ αὐτῆς εἶπε· „ποῦ δ’ ἐστὶν Ἀργοῦς ἱερόν, αὔδασον, ξύλον;" Ἐπανατάσεων δὲ καὶ ἀπειλῶν, ἃς σοφοῖς ἀνδράσιν ἐπανατείνονται καὶ ἀπειλοῦσί τινες, ἥκιστα φροντιστέον καὶ τὰ ὅμοια λεκτέον Ἀντιγενίδᾳ τῷ αὐλητῇ. καὶ γὰρ ἐκεῖνόν φασιν, ἐπειδή τις τῶν ἀντιτέχνων ὀργισθεὶς εἶπεν "ὠνήσομαί σε,“ βαθεῖ ἤθει φάναι· „κἀγὼ τοιγαροῦν διδάξω σε αὐλεῖν.“ ἄξιον οὖν καὶ τῷ σπουδαίῳ πρὸς μὲν τὸν ἔχοντα ὠνητικῶς λέγειν· „σωφροσύνην ἄρα ἀναδιδαχθήσῃ“, πρὸς δὲ τὸν ἀπειλοῦντα φυγήν· „πᾶσα γῆ μοι πατρίς“, πρὸς δὲ τὸν χρημάτων ζημίαν· „ἀρκεῖ μετρία βιοτά μοι“, πρὸς δὲ τὸν πληγὰς ἢ θάνατον ἐπανατεινόμενον· „οὐ μορμολύττεταί με ταῦτα, οὐδ’ εἰμὶ πυκτῶν ἢ παγκρατιαστῶν ἐλάττων, οἵτινες ἀμαυρὰ εἴδωλα ἀρετῆς ὁρῶντες, ἅτε σωμάτων αὐτὸ μόνον εὐεξίαν διαπονήσαντες, ἑκάτερα τλητικῶς ὑπομένουσιν·