Καὶ μὴν οὐδ’ ἐκεῖνό τις τῶν ἐπὶ βραχὺ παιδείας ἁψαμένων ἀγνοεῖ, ὅτι καλὸν μὲν πρᾶγμα ἐλευθερία, αἰσχρὸν δὲ δουλεία, καὶ ὅτι τὰ μὲν καλὰ πρόσεστι τοῖς ἀγαθοῖς, τὰ δ’ αἰσχρὰ τοῖς φαύλοις· ἐξ ὧν ἐναργέστατα παρίσταται τὸ μήτε τινὰ τῶν σπουδαίων δοῦλον εἶναι, κἂν μυρίοι τὰ δεσποτῶν σύμβολα προφέροντες ἐπανατείνωνται, μήτε τῶν ἀφρόνων ἐλεύθερον, κἂν Κροῖσος ἢ Μίδας ἢ ὁ μέγας βασιλεὺς ὢν τυγχάνῃ. τὸ δὲ ἐλευθερίας μὲν ἀοίδιμον κάλλος δουλείας δὲ ἐπάρατον αἶσχος ὑπὸ τῶν παλαιοτέρων καὶ πολυχρονιωτέρων καὶ ὡς ἐν θνητοῖς ἀθανάτων, οἷς θέμις ἀψευδεῖν, πόλεών τε καὶ ἐθνῶν μαρτυρεῖται. βουλαί τε γὰρ καὶ ἐκκλησίαι καθ’ ἑκάστην σχεδὸν ἡμέραν ἀθροίζονται περὶ τίνος μᾶλλον ἢ ἐλευθερίας παρούσης μὲν βεβαιώσεως, εἰ δ’ ἀπείη, κτήσεως; ἡ δ’ Ἑλλὰς καὶ βάρβαρος κατὰ ἔθνη στασιάζουσι καὶ πολεμοῦσιν ἀεὶ τί βουλόμεναι ὅ τι μὴ δουλείαν μὲν ἀποδιδράσκειν, ἐλευθερίαν δὲ περιποιεῖσθαι; διὸ κἀν ταῖς μάχαις ἡ λοχαγῶν καὶ ταξιαρχῶν καὶ στρατηγῶν μεγίστη παρακέλευσις ἥδ’ ἐστί· „κακῶν τὸ βαρύτατον, ἄνδρες σύμμαχοι, δουλείαν ἐπιφερομένην ἀπωσώμεθα· τοῦ καλλίστου τῶν ἐν ἀνθρώποις ἀγαθῶν, ἐλευθερίας, μὴ περιίδωμεν. ἥδ’ ἐστὶν ἀρχὴ καὶ πηγὴ τῆς εὐδαιμονίας, ἀφ’ ἧς αἱ κατὰ μέρος ῥέουσιν ὠφέλειαι.“ διό μοι δοκοῦσιν οἱ τῶν Ἑλλήνων ὀξυδερκέστατοι διάνοιαν Ἀθηναῖοι — ὅπερ γὰρ ἐν ὀφθαλμῷ κόρη ἢ ἐν ψυχῇ λογισμός, τοῦτ’ ἐν Ἑλλάδι Ἀθῆναι — τὴν ἐπὶ ταῖς Σεμναῖς Θεαῖς πομπὴν ὅταν στέλλωσι, δοῦλον μηδένα προσπαραλαμβάνειν τὸ παράπαν, ἀλλὰ δι’ ἐλευθέρων ἕκαστα 1 paragraphos 136—143 ante paragraphum 32 transponendas esse coniecit ante τις add. εἴποι M ἀγνοεῖ om. M 3 δὲ M 4 τὸ] τὸ δὲ F μυρίοι] τινες AQT 5 προσφέροντες QT ἐπανατείνονται MP μήτ’ ἀφρόνων AT 6 τυγχάνοι Η 7 paragraphos 137—143 aliunde illatas esse censuit Massebieau δ’ Α κάλλος] κάκιον T δέ (post δουλείας) MQT: δ’ Α, τε ceteri 8 ἐν om. FGP 9 ἀθανατωτέρων M ερὶ 11 παρὰ F περὶ τίνος] περί τινος Mang. 12 κατὰ] καὶ τὰ MF 12. 13 πολεμοῦσι MP 13 ἀεὶ om. M, ante καὶ πολεμοῦσι transp. P ὅ τι μὴ] ἡ τὸ M, ὅτι χρὴ AP2 14 περιποιήσασθαι M κἀν] καὶ QT 16 ἀπωσόμεθα P 17 ἐλευθερίας om. et post περιίδωμεν add. τὸ δ’ ἔστιν ἐλευθερία P 19 ὀξυδορκέστατοι Ρ, ὀξυδερκέστεροι M τὴν διάνοιαν T 20 γάρ ss. F2 ὀφθαλμοῖς F ψυχαῖς P τοῦτο MA 21 ἀθηναῖοι Ρ2, ἀθῆναι οἱ M 22 προσπαραλαμβάνειν M: παραλαμβάνειν P, προσλαμβάνειν ceteri (v) 2 Stob. Ecl. II 7, 11 g (de Stoicis) καθόλου δὲ τοῖς μέν σπουδαίοις πάντα τἀγαθὰ ὑπάρχειν, τοῖς δέ φαύλοις πάντα τά κακά. 21 Σεμναὶ Θεαί intellegendae sunt Demeter et Persephone: erat autem servis ad Thesmophoria aditus Athenis illicitus: Arist. Thesmophor. 294. τῶν νενομισμένων ἀνδρῶν τε καὶ γυναικῶν ἐπιτελεῖν, καὶ οὐχ οἵων ἂν τύχῃ, ἀλλὰ βίον ἐζηλωκότων ἀνεπίληπτον· ἐπεὶ καὶ τὰ πρὸς τὴν ἑορτὴν πέμματα τῶν ἐφήβων οἱ δοκιμώτατοι σιτοπονοῦσι, πρὸς εὐδοξίας καὶ τιμῆς, ὅπερ ἐστί, τὴν ὑπηρεσίαν τιθέμενοι.