<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="131"><p><milestone unit="altref" n="19"/> Τῆς δὲ ἐν σοφοῖς ἐλευθερίας, ὥσπερ καὶ τῶν ἄλλων ἀνθρωπίνων <lb n="15"/> ἀγαθῶν, κἀν τοῖς ἀλόγοις ζῴοις παραδείγματα σκοπῶν ἄν τις εὕροι.
οἱ γοῦν ἀλεκτρυόνες οὕτως εἰώθασι φιλοκινδύνως ἀγωνίζεσθαι, ὥστε ὑπὲρ
<note xml:lang="mul" type="footnote"><lb/>1 τῶν] τὸν F
<lb/>2 ἕρμα] ἔρυμα M ἐναυβάρει GHP1: ἐ(??)βάρει F, ἐναυβάτει M (prob. Mang.), ἐναυάγει AQTP2
<lb/>3 μετανέστην FGHP: μετανάστης MAQT 4.
<lb/>5 ὕψει—δυνηθέντων om. AQT
<lb/>5 post συνδραμεῖν add. μὴ θελήσας ἀθηναίοις AQT ἅμα M: ἀλλὰ ceteri (v) προσαναφερομένου L 
<lb/>6 μὴ om. M ἐξέπεσε ATP2, ἐκπέσας M πάλιν om. Η (Turn.), om. in ἁ lac. M ἀποκρίνεσθαι M
<lb/>7 δ’ MA πατρὶ,] πάτριος HP1 
<lb/>8 σεμέλην M
<lb/>9 καταπλαγεὶς] καταλαβὼν coni. Mang. 9.
<lb/>10 Ζεὺς— φύσιν om. T
<lb/>10 ἠλιγόμηνον Α ἐξελκύσας M: ἐξετέλεσε καὶ Α, ἐξέκαυσε καὶ ceteri (v) ἀπέφανε Α, ἐναπέφηνε P
<lb/>11 ἢ om. M
<lb/>12 φιλοσόφου] φιλοτιμίαν AQT ὄγκον τὲ τοσοῦτον AQT τις om. M
<lb/>13 ἀθηνῶν AQT ἀποικῆσαι M
<lb/>14 τῆς] τοῖς G δ’ A
<lb/>15 κἀν H: ἐν ceteri ἄν τις σκοπῶν transp. M εὕροι om. M
<lb/>16 οὕτως] ὄντως M, ὅπως F φιλοκινδύνως] φιλωδύνως M, φιλογύνως G, φιλοτίμως F ὑπὲρ] ὑπὸ QT</note> <note xml:lang="mul" type="footnote"><lb/>1 sqq. Apollod, Bibl. I 9, 19,
<lb/>3 Φερεκύδης δέ αὐτὸν (Ἡρακλέα) ἐν Ἀφεταῖς τῆς ἀπολειφθῆναι λέγει, τῆς Ἀργοῦς φθεγξαμένης μὴ δύνασθαι φέρειν τὸ τούτου βάρος. Schol. Apoll. Rh. I 1290 Ἀντίμαχος ἐν τῇ Λύδῃ φησὶν ἐκβιβασθέντα τὸν Ἡρακλέα διὰ τό καταβαρεῖσθαι τὴν Ἀργὼ ὑπὸ τοῦ ἥρωος
<lb/>5 sqq. Plut. de exilio
<lb/>16 . . . θαυμαστὸν γάρ, εἰ Θεόδωρος ἀπαρρησίαστος ἦν, ὅς, Λυσιμάχου τοῦ βασιλέως εἰπόντος πρὸς αὐτὸν ἡ πατρίς σε τοιοῦτον ὄντ’ ἐξέβαλε᾿, ‘ναί᾿, εἶπε, ‘μὴ δυναμένη φέρειν ὥσπερ ἡ Σεμέλη τὸν Διόνυσον᾿. Diog. La. II 102 ὅτε καὶ παρρησιαζομένῳ φησὶν ὁ Λυσίμαχος, ‘λέγε μοι, Θεόδωρε, οὐ σὺ εἶ
<lb/>6 ἐκπεσὼν Ἀθήνηθεν;᾿ καὶ ὅς, ‘ὀρθῶς ἀκήκοας· ἡ γὰρ τῶν Ἀθηνίων πόλις οὐ δυναμένη με φέρειν, ὥσπερ ἡ Σεμέλη τόν Διόνυσον, ἐξέβαλε᾿.</note>  

<pb n="v.6.p.38"/>
τοῦ μὴ εἶξαι καὶ παραχωρῆσαι, κἂν ἡττῶνται ταῖς δυνάμεσιν, οὐχ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="132"><p>ἡττώμενοι ταῖς εὐτολμίαις ἄχρι θανάτου παραμένουσιν. ὃ συνιδὼν
Μιλτιάδης ὁ τῶν Ἀθηναίων στρατηγός, ἡνίκα βασιλεὺς ὁ Περσῶν ἅπασαν
τὴν ἀκμὴν τῆς Ἀσίας ἀναστήσας μυριάσι πολλαῖς διέβαινεν ἐπὶ τὴν
Εὐρώπην, ὡς ἀναρπάσων αὐτοβοεὶ τὴν Ἑλλάδα, συναγαγὼν ἐν τῷ παναθηναϊκῷ <lb n="5"/>
τοὺς συμμάχους ὀρνίθων ἀγῶνας ἐπέδειξε, λόγου παντὸς δυνατωτέραν
ὑπολαμβάνων ἔσεσθαι τὴν διὰ τῆς τοιαύτης ὄψεως παρακέλευσιν·
 καὶ γνώμης οὐχ ἥμαρτε.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="133"><p>θεασάμενοι γὰρ τὸ τλητικὸν καὶ φιλότιμον
ἄχρι τελευτῆς ἐν ἀλόγοις ἀήττητον, ἁρπάσαντες τὰ ὅπλα πρὸς τὸν πόλεμον
ὥρμησαν, ὡς ἐχθρῶν ἀγωνιούμενοι σώμασι, τραυμάτων καὶ σφαγῶν <lb n="10"/>
ἀλογοῦντες, ὑπὲρ τοῦ καὶ ἀποθανόντες ἐν ἐλευθέρῳ γοῦν τῷ τῆς πατρίδος
ἐδάφει ταφῆναι. προτροπῆς γὰρ εἰς βελτίωσιν οὐδὲν οὕτως αἴτιον, ὡς
 ἡ τῶν ἀφανεστέρων ἐλπίδος μείζων κατόρθωσις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="134"><p>τοῦ δὲ περὶ τοὺς
ὄρνιθας ἐναγωνίου μέμνηται καὶ ὁ τραγικὸς Ἴων διὰ τούτων·
<lg><l>„οὐδ’ ὅ γε σῶμα τυπεὶς διφυεῖς τε κόρας ἐπιλάθεται ἀλκᾶς,</l><lb n="15"/><l>ἀλλ’ ὀλιγοδρανέων φθογγάζεται·</l><l>θάνατον δ’ ὅ γε δουλοσύνας προβέβουλε.“</l></lg>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="135"><p>τοὺς οὖν σοφοὺς τί οἰόμεθα οὐκ ἀσμενέστατα δουλείας ἀντικαταλλάξεσθαι
τελευτήν; τὰς δὲ τῶν νέων καὶ εὐφυῶν ψυχὰς ἆρ’ οὐκ ἄτοπον λέγειν
ἐν ἄθλοις ἀρετῆς ὀρνίθων ἐλαττοῦσθαι καὶ μόλις φέρεσθαι τὰ δευτερεῖα;</p><lb n="20"/><note xml:lang="mul" type="footnote"><lb/>2 ἡττώμενοι MP: ἡττῶνται ceteri (v) ἄχρι MG: ἀλλ’ ἄχρι F, ἄχρι γάρ ceteri (v) 4.5 τὴν εὐρώπην M: τῆς εὐρώπης ceteri (Turn.)
<lb/>6 ἀγῶνας M: ἀγῶνα ceteri (v) ὑπέδειξε AQT
<lb/>7 ὑπολαμβάνων M: ὑπολαβὼν ceteri (v)
<lb/>8 ἥμαρτεν M θεασάμενος Α
<lb/>9 τελευτῆς] τελε τὰς ὡς (sic) M τὰ om. M ἀγωνιούμενοι] ἐναγωνιούμενοι H (v) σώμασιν P 10.
<lb/>11 ἀλογοῦντες τραυμάτων καὶ σφαγῶν transp. P
<lb/>11 ἀλογούντων T ἀποθανόντας M ἐν om. M ἐν ἐλευθερία AQT γοῦν τῶ codd.: τῷ γοῦν v 
<lb/>12 προτροπὴ M γὰρ] δέ QT
<lb/>13 ἐλπίδων P τοὺς] τὰς T 
<lb/>15 οὐδ’ ὅ γε GHP: οὐδέ γε τὸ M, οὐδ’ εἴ γε F, οὐδ’ ὅτε Α, οὐδ’ ὅτι QT τυπεὶς MGQ: τύπτεις FHP, τύπτει AT διφυεῖς APQT: διαφυεῖς FH, διαφυεῖς M, διαφ εῖς G ἀλκῆς MQT
<lb/>17 δ’ ὅ γε] δ’ ὅτε Α, δέ γε M δουλοσύνης AQT
<lb/>18 οὐκ om. QT ἀντικαταλλάξεσθαι scripsi: ἀντικαταλλάξασθαι MFG, ἀνταλλάξασθαι ceteri (ἀνταλλάξεσθαι v)
<lb/>19 νέων] εὐγενῶν coni. 
<lb/>20 ὀρνιθίων M μόλις] μόγις F</note><note xml:lang="lat" type="footnote"><lb/>3 sqq. eandem quam de Miltiade Philo historiolam de Themistocle narrat Aelianus Var. Hist. II 28; cf. etiam (de Socrate et Iphicrate) Diog. La. II 30.
<lb/>15 sqq. Ion trag. frg. 53.</note><pb n="v.6.p.39"/></div></div></body></text></TEI>