<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="121"><p>καὶ γὰρ ἐκεῖνος τῶν Εὐρυσθέως ἐπιταγμάτων διεφάνη κρείττων. ὁ
γοῦν κυνικὸς φιλόσοφος Διογένης ὕψει καὶ μεγέθει τοσούτῳ φρονήματος <lb n="15"/>
ἐχρήσατο, ὥσθ’ ἁλοὺς ὑπὸ λῃστῶν, ἐπεὶ γλίσχρως καὶ μόλις τὰς ἀναγκαίας
αὐτῷ παρεῖχον τροφάς, οὔθ’ ὑπὸ τῆς παρούσης τύχης γναμφθεὶς
οὔτε τὴν ὠμότητα τῶν ὑπηγμένων δείσας "ἀτοπώτατον οὖν“ ἔφη "γίνεται,
δελφάκια μὲν ἢ προβάτια, ὁπότε μέλλοι πιπράσκεσθαι, τροφαῖς
<note xml:lang="mul" type="footnote"><lb/>1 F ξανθίους Η: ξανθία FGP, ξανθίσας M, ξανθὸν AQT
<lb/>2 ἐπιτιθεμένων F ἐπιὼν AQT: σκηπίων M, καὶ ἐπιὼν ceteri (v)
<lb/>3 δουλείαν add. Mang., om. codd. 4.
<lb/>5 ἦν αὐτῶ καῖσαρ M: αὐτῶ καῖσαρ ἦν ceteri (v) 
<lb/>5 post μὲν add. αὐτῶ AQT τ’ Α
<lb/>6 ὐπανελόμενοι P δ’ Α ἔτ’ ἀντεῖχον F2: ἐπαντεῖχον M, ἔτ’ ἀντισχὸν F1GH (v), ἔτ’ ἀνίσχον P, ἔτ’ ἀνεῖχον QT, ἔτ’ ἀνέχον Α ὡς δ’ Μ
<lb/>7 ἐδαπάνησαν M: ἐδαπανήθησαν ceteri (v) 
<lb/>8 τὰ σφάγια νήσαντες] ἐφοδιάσαντες M νήσαντες] στήσαντες H (Turn.), θύσαντες L 
<lb/>9 ἐνιέντες M ἐπικαταφλέξαντες F
<lb/>10 ἐλευθέρου καὶ εὐγενοῦς M: εὐγενοῦς καὶ ἐλευθέρου ceteri (v) ἐξέπλησαν] ἐξέπλησαν Η ἐξέτλησαν v), ἐξεσύλησαν M: ἐξετέλεσαν coni. Mang.
<lb/>12 μετ’ εὐκλείας] σὺν εὐκλεία M ᾑροῦντο] ἡγοῦντο AT δ’ M τὰ πράγματα ζῆν transp. M
<lb/>13 τλητικῶς corr. ε ο ex πληκτικῶς A ὑπέμειναν Η
<lb/>14 τῶν om. F εὐρυσθέος P ἐπιταγμάτων om. M ἐφάνη P
<lb/>15 γοῦν] γὰρ T, δὲ Α ὕψει] ὄψει L (Turn.) τοσούτου MFA
<lb/>16 ἐχρήσατο] ἐγεύσατο Α ὥσθ’ ἁλοὺς ὑπὸ ληστῶν] ὥστ’ ἄλλους ὑποπλήττων M γλίσχρως om. M μόλις scripsi (cf. M): μόγις codd. (v) μόλις τὰς] μάλιστ᾿ M
<lb/>17 αὐτῶ παρεῖχον MA: αὐτῷ om. T, παρεῖχον αὐτῶ ceteri (v) γναμφθεὶς M: καμφθεὶς ceteri (Turn.) 
<lb/>18 οὖν MPQ: om. ceteri (Turn.) γίγνεται M
<lb/>19 πρόβατα F μέλλει QT</note> <note xml:lang="lat" type="footnote"><lb/>1 sqq. cf. Appian. Bell. civ. IV 76—80. Cass. Dio 47, 34.</note>  

<pb n="v.6.p.35"/>
ἐπιμελεστέραις πιαίνειν εἰς εὐσαρκίαν, ζῴων δὲ τὸ ἄριστον, ἄνθρωπον,
ἀσιτίαις κατασκελετευθέντα καὶ συνεχέσιν ἐνδείαις ἐπευωνίζεσθαι.“
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="122"><p>λαβὼν δὲ τροφὰς διαρκεῖς, ἐπειδὴ μεθ’ ἑτέρων αἰχμαλώτων ἔμελλεν ἀπεμπολεῖσθαι, καθίσας πρότερον ἠρίστα μάλ’ εὐθαρσῶς, ἐπιδιδοὺς καὶ
<lb n="5"/> τοῖς πλησίον. ἑνὸς δὲ οὐχ ὑπομένοντος, ἀλλὰ καὶ σφόδρα κατηφοῦντος,
„οὐ παύσῃ τῆς συννοίας;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="123"><p>χρῶ τοῖς παροῦσιν“ ἔφη·  <lg><l>„καὶ γάρ τ’ ἠύκομος Νιόβη ἐμνήσατο σίτου,</l><l>τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο,</l><l>ἓξ μὲν θυγατέρες, ἓξ δ’ υἱέες ἡβώοντες.“</l></lg>
  <milestone unit="altpage2" n="p. 465 M."/> εἶτ’ ἐπινεανιευόμενος πρὸς τὸν πυθόμενον τῶν ὠνητικῶς ἐχόντων „τί
<lb n="11"/> οἶδας;“ „ἄρχειν“ εἶπεν „ἀνθρώπων,“ ἔνδοθεν, ὡς ἔοικε, τῆς ψυχῆς τὸ
ἐλεύθερον καὶ εὐγενὲς καὶ φύσει βασιλικὸν ὑπηχούσης. ἤδη δὲ καὶ πρὸς
<note xml:lang="mul" type="footnote"><lb/>1 πιαίνειν εἰς εὐσαρκίαν Μ: εἰς εὐσαρκίαν πιαίνειν ceteri (v) ζώου Q ἄνθρωπον] ἔνεστιν T
<lb/>2 ἀσιτίαις] ὡς εἶναι M κατασκελετευθέντα FGQT: κατασκελευθέντα Ρ, κατασκελθέντα Α, κατεσκληκευθέντα Η κατασκληκευθέντα v), κατασκευασθέντα M καὶ συνεχέσιν ἐνδείαις (post κατασκ.) Μ: om. ceteri (Turn.) ἐπευωνίζειν conicio
<lb/>3 αἰχμαλώτων M: om. ceteri (Turn.)
<lb/>4 ἀπεμπωλεῖσθαι QT μάλα MA
<lb/>5 ἑνὸς] υἱὸς T δ’ MA οὐχ ὑπομένοντος M; οὐ λυπουμένου ὄντος FGAP, οὐ μόνον λυπουμένου ὄντος QT, οὐ μόνον λυπουμένου Η (v) 5.
<lb/>6 καὶ σφόδρα— τῆς συννοίας om. M
<lb/>6 χρῶ τοῖς παροῦσιν ἔφη M: ἔφη· χρῶ τοῖς παροῦσι ceteri (v) 
<lb/>7 τ’ om. codd. ἠύκομος] ἐΰκομος M, ἡ ἠύκομος G, ἡ εὔκοσμος AT μνήσατο codd. σίτου] σου M
<lb/>8 τῇ] ἧς M περ] περὶ F ὤλοντο MAH
<lb/>9 υἱέες FG: υἱεῖς MHP, υἱοὶ AQT ἡβῶντες M, ἡβόωντες P, ἡβώωντες H1QT
<lb/>10 εἶτ’ M: καὶ AQT, om. ceteri (Turn.) ἐπινεανιευόμενος δὲ G, ἐπινεανιευόμενοι FH πρὸς τὸν πυθόμενον τῶν ὠνητικῶς ἐχόντων Μ: τῶν ὠνητικῶς ἐχόντων τινὶ G, τινι τῶν ὠνητικῶς ἐχόντων ἐρωτήσαντι AQT, τῶν ὠνητικῶς ἐχόντων (cet. om.) FHP
<lb/>11 εἶπεν ἄρχειν transp. G 
<lb/>12 ὑπαρχούσης F δὲ om. F</note> <note xml:lang="mul" type="footnote"><lb/>7 sqq. Hom. II. Ω 602 sqq.
<lb/>10 sqq. Diog, La. VI
<lb/>29 φησὶ δέ Μέν Διογένους Πράσει, ὡς ἁλοὺς καὶ πωλούμενος ἠρωτήθη, τί οἶδε ποιεῖν· ἀπεκρίνατο ἀνδρῶν ἄρχειν“. VI
<lb/>74 καὶ ποᾶσιν ἤνεγκε γενναιότατα· πλέων γάρ εἰς Αἴγιναν καὶ πειραταῖς ἀλοῦς, ὧν ἦρχε Σκίρπαλος, εἰς Κρήτην ἀπαχθεὶς ἐπιπράσκετο· καὶ τοῦ κήρυκος ἐρωτῶντος, τί οἶδε ποιεῖν, ἔφη „ἀνθρώπων ἄρχειν“. ὅτε καὶ δείξας τινὰ Κορίνθιον εὐπάρυφον, προειρημένον Ξενιάδην, ἔφη· τούτῳ με πώλει, οὗτος δεσπότου χρῄζει“. Stob. Ecl. III 3 
<lb/>52 Διογένης πωλούμενος ἐν Κορίνθῳ, ἐρομένου τοῦ κήρυκος, „τί ἐπίστασαι;“ ἔφη „ἄρχειν“. Suid s. V. Διογένης1· . . . πλέων
<lb/>51 ὑπὸ καταποντιστῶν ληφθεὶς κηρυττόμενος δὲ καὶ ἐρωτώμενος, τί εἰδείη, „ἄρχειν ἀνθρώπων“ ἔφη. καὶ Κορίνθιον πλούσιον ἄσωτον τούτῳ με“ ἔφη πώλησον, δεσπότου γάρ δεῖται“. ct. Clem. Alex. Paed. III
<lb/>3 p. 261 P.</note>  

<pb n="v.6.p.36"/>
χαριεντισμὸν ὑπὸ τῆς συνήθους ἐκεχειρίας, ἐφ’ ᾗ οἱ ἄλλοι συννοίας
 γέμοντες κατήφουν, ἐτράπετο. λέγεται γοῦν,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="124"><p>ὅτι θεασάμενός τινα τῶν
ὠνουμένων, ὃν θήλεια νόσος εἶχεν, ἐκ τῆς ὄψεως οὐκ ἄρρενα προσελθὼν
ἔφη· „σύ με πρίω· σὺ γὰρ ἀνδρὸς χρείαν ἔχειν μοι δοκεῖς,“ ὡς τὸν
μὲν δυσωπηθέντα ἐφ’ οἷς ἑαυτῷ συνῄδει καταδῦναι, τοὺς δὲ ἄλλους τὸ <lb n="5"/>
σὺν εὐτολμίᾳ εὐθυβόλον ἐκπλήττεσθαι. ἆρά γε τῷ τοιούτῳ δουλείαν,
ἀλλ’ οὐ μόνον ἐλευθερίαν δίχα ἀνυπευθύνου ἡγεμονίας ἐπιφημιστέον;
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="125"><p>ζηλωτὴς δὲ τῆς τούτου παρρησίας ἐγένετό τις Χαιρέας τῶν ἀπὸ παιδείας.
Ἀλεξάνδρειαν γὰρ οἰκῶν τὴν πρὸς Αἰγύπτῳ, δυσχεράναντός ποτε Πτολεμαίου
καὶ ἀπειλήσαντος οὐ μετρίως, τῆς ἐκείνου βασιλείας οὐδὲν ἐλάττονα <lb n="10"/>
τὴν ἐν τῇ ἑαυτοῦ φύσει νομίσας ἐλευθερίαν, ἀντέλεξεν·
<lg><l>„Αἰγυπτίοισιν ἄνασσε, σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω</l><l>οὐδ’ ὄθομαι κοτέοντος.“</l></lg>
 ἔχουσι γάρ τι βασιλικὸν αἱ εὐγενεῖς ψυχαί,</p></div></div></body></text></TEI>