ἀλλ’ 1 δυσανασχετοῦνθ᾿ G, δυσαναισχυντοῦντι F τε] γε Μ ῥᾳθυμίᾳ] βλασφημία AQT 1. 2 καὶ τῆ M: καὶ ἐπὶ τῆ ceteri (v) 2 μήθ’ ὧν M ἔπραττε] ἐπέτρεπε M 3 μεταβαλὼν MFA: καταβαλὼν ceteri (Turn.) εὐτολμώτατα Η 4 κλίθητι om. M πίνωμεν F δέ μου] μὲν F 5 πεῖραν] χεῖρα M εὐθὺς AP2: ἐκ θεοῦ M, εὐθὺ ceteri (v) λάμβαν’ εἰ G (coni. Mang.): λάμβανε MFH1P, λάμβανε καὶ AQTH2 (v) κρείσσων] κρεῖττον MH1P, κρείττων ceteri ἔσῃ] ἔτι M 6 ἀποφαντέον τοῦ δεσπότου M: τοῦ δεσπότου ἀποφαντέον ceteri (v) ante μὴ add. ὡς AQT 7 ἐπίταγμα Α ἐπιτάττειν M: ἐπιτάσσειν ceteri (v) post κτησαμένῳ add. τολμῶνται ὡς Mang. (cf. 1. 9) 8 ἀφηνιάζει AQT εἰ δέ om. M 9 ἄρδην] ἀρ’ οὖν M τολμῶντα M: om. ceteri (v) γέλως] ὡς M ἂν οὑν transp. FG εἴη om. M καὶ φλυαρία εἴη transp. F πολλὴ om. AT 10 τῆ G: om. ceteri (v) ὧν] 5 AQT γράφηται FH1P 11 παρευημερηθῇ M: παρευημερηθείη ceteri (Turn.) σθεναρώτερον F1 χαρτίδια T ἀκυρώτερα MFGA 12 ὑπὸ σέων G: ὑπόψεων M, ὑπὸ σητῶν ceteri (v) χρόνου] χρόνων HP (v) ἢ εὐρῶτος ἢ χρόνου transp. AQT εἰσάπαν M, ἐσάπαν Α τὰ διαφθαρησόμενα M 13 παράγειν] παρασκευὰς M ἐς Α 14 ἢ] καὶ F κατ’ FG φύσιν] οὐσίαν M 15 post ἁμιλλᾶσθαι add. δεῖ Α μικτῆς] τῆς Α καὶ] ἡ AT 16 ἡμιθέου εἰκότως προσαγορευθέντος P 19 μὴ καὶ] καὶ μὴν AQT 4 Eur. frg. 691. 13 sqq. cf. Cic. de offic. I 118 sq. ὅμως ὑπὸ τυράννων ὠμοθύμων καὶ τὴν φύσιν πικρῶν ἔτι μᾶλλον ἐπ’ αὐτοῖς ἐκθηριωθέντων στρεβλούμενοι κεκαινουργημέναις αἰκίαις, ὥσπερ ἀλλότρια ἢ ἐχθρῶν ἐπιφερόμενοι σώματα, μάλα καταφρονητικῶς ἠλόγουν τῶν φοβερῶν. τὴν γὰρ ψυχὴν ἐθίσαντες ἐξ ἀρχῆς δι’ ἐπιστήμης ἔρωτα τῆς μὲν πρὸς τὰ πάθη κοινωνίας ἀφίστασθαι, παιδείας δὲ καὶ σοφίας περιέχεσθαι, μετανάστιν μὲν σώματος εἰργάσαντο, φρονήσει δὲ καὶ ἀνδρείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς σύνοικον ἀπέφηναν. τοιγαροῦν ὁ μὲν κρινόμενος καὶ κατατεινόμενος ὑπὲρ τοῦ τι τῶν ἀρρήτων ἐκλαλῆσαι, πυρὸς καὶ σιδήρου, τῶν ἐν τῇ φύσει κραταιοτάτων, φανεὶς δυνατώτερος, ἀποτραγὼν τοῖς ὀδοῦσι τὴν γλῶτταν εἰς τὸν βασανιστὴν ἠκόντισεν, ἵνα μηδ’ ἄκων ἃ καλὸν ἡσυχάζειν φθέγξηται βιασθείς. ὁ δὲ τλητικώτατα εἶπε· „πτίσσε τὸν Ἀναξάρχου ἀσκόν· Ἀνάξαρχον γὰρ οὐκ ἂν δύναιο." αὗται γέμουσαι θράσους αἱ εὐτολμίαι τὴν ἡρωϊκὴν εὐγένειαν οὐ μετρίως ὑπερβάλλουσι, διότι τοῖς μὲν τὸ κλέος ἐν τοῖς φυτεύσασιν ἀκούσιον, τῶν δ’ ἐν ἑκουσίοις ἀρεταῖς, αἳ τοὺς ἀδόλως χρωμένους ἀθανατίζειν πεφύκασι. Παλαιστὰς οἶδα καὶ παγκρατιαστὰς πολλάκις ὑπὸ φιλοτιμίας καὶ τῆς εἰς τὸ νικᾶν σπουδῆς, ἀπαγορευόντων αὐτοῖς τῶν σωμάτων, μόνῃ ψυχῇ διαπνέοντας ἔτι καὶ διαθλοῦντας, ἣν ἐθίσαντες καταφρονητικῶς ἔχειν τῶν φοβερῶν ἐγκαρτεροῦσιν ἄχρι τῆς τοῦ βίου τελευτῆς.