<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="101"><p>ὁ γοῦν Ἑρμῆς πυνθανομένῳ μέν, εἰ φαῦλός ἐστιν, ἀποκρίνεται·
<lg><l>"ἥκιστα φαῦλος, ἀλλὰ πᾶν τοὐναντίον</l><lb n="5"/><l>πρὸς σχῆμα σεμνὸς κοὐ ταπεινὸς οὐδ’ ἄγαν</l><l>εὔογκος ὡς ἂν δοῦλος, ἀλλὰ καὶ στολὴν</l><l>ἰδόντι λαμπρὸς καὶ ξύλῳ δραστήριος. —</l><l>οὐδεὶς δ’ ἐς οἴκους δεσπότας ἀμείνονας</l><l>αὑτοῦ πρίασθαι βούλεται· σὲ δ’ εἰσορῶν</l><lb n="10"/><l>πᾶς τις δέδοικεν. ὄμμα γὰρ πυρὸς γέμεις,</l><l>ταῦρος λέοντος ὡς βλέπων πρὸς ἐμβολήν.“</l></lg>
εἶτ’ ἐπιλέγει·
<lg><l>"τὸ εἶδος αὐτό σου κατηγορεῖ</l><l>σιγῶντος, ὡς εἴης ἂν οὐχ ὑπήκοος,</l><lb n="15"/><l>τάσσειν δὲ μᾶλλον ἢ ’πιτάσσεσθαι θέλοις.“</l></lg>
ἐπεὶ δὲ καὶ πριαμένου Συλέως εἰς ἀγρὸν ἐπέμφθη,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="102"><p>διέδειξεν ἔργοις τὸ τῆς φύσεως ἀδούλωτον· τὸν μὲν γὰρ ἄριστον τῶν ἐκεῖ ταύρων
καταθύσας Διὶ πρόφασιν εὐωχεῖτο, πολὺν δ’ οἶνον ἐκφορήσας
ἀθρόον εὖ μάλα κατακλιθεὶς ἠκρατίζετο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="103"><p>Συλεῖ δὲ ἀφικομένῳ καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 ὡς om. M
<lb/>2 δεσπόταις F1 γοῦν] γὰρ G πυνθανομένω μέν M: πυνθανομένοις ἡμίν ceteri (Turn.) εἰ M: ὡς ceteri (Turn.)
<lb/>3 ἀποκρίνεται om. M
<lb/>4 ἥκιστα φαῦλος om. M φαύλως H1P
<lb/>5 πρὸς σχῆμα Α: πρόσχημα ceteri (v) ; τὸ σχῆμα Herwerden (Nauck) κοὐ FGQ: καὶ οὐ ceteri 5.6 οὐδ’ ἄγαν—δοῦλος om. M
<lb/>6 εὔογκος] εὐοίκους H1P 68 om. HP, add. mg Η
<lb/>7 ξύλῳ] ζήλω L (Turn.)
<lb/>8 οὐδεὶς δ’ ἐς] οὐ δεῖσθαι Μ ἐς οἴκους] εἰς οἴκου AT δεσπότην ἀμείνονα AQT
<lb/>9 αὐτοῦ codd. δὲ HPT δ’ εἰσορῶν] διορῶν M 10.
<lb/>11 πᾶς—ταῦρος om. M 
<lb/>10 πᾶς τις] ἃ πᾶς F γέμει(??) F
<lb/>11 ὡς λέοντος transp. G ἐμβολήν] ἐντολὴν M
<lb/>12 εἶτα F
<lb/>13 τὸ εἶδος codd.: τὸ ἦθος Η2 (v) ; τό γ’ εἶδος coni. Elmsley αὑτό Elmsley: αὐτοῦ MFGHP (v), om. AQT σου Mang.: οὐ F, οὗ ceteri κατηγορεῖ codd.: κατηγορῶ Mang.
<lb/>14 σιγῶντος ὡς εἴης ἂν om. M εἴης ἂν codd.: ἂν εἴης Mang.
<lb/>15 δέ τάσσειν transp. M 
<lb/>71 ’πιτάσσεσθαι FG: ἢ ἐπιτάσσεσθαι ceteri (v) θέλεις AQT
<lb/>16 δὲ om. <lb n="1"/> Συλέως] συλλέγειν AQT, λέγω M
<lb/>17 τὸν] τῶν Α ἐκεῖ ταύρων] ἓξ ἑταίρων Μ (??) 
<lb/>18 Διὶ πρόφασιν εὐωχεῖτο] διευωχεῖτο πρόφασιν M ἐκφορήσας MF: ἐκσυμφορήσας G, ἐμφορήσας AQT mg Η2 mg Ρ2, (v), om. Η1Ρ1
<lb/>19 ἀθρόον] ἄθρουν FGAHP, ἄθρους M, om. QT ἄθροον v) εὑ om. M Συλεῖ δὲ ἀφικομένῳ] συνδιαφικομένω M Συλεῖ] σέλει Α δ’ Α</note> <note xml:lang="lat" type="footnote"><lb/>4 Eur. frg. 688 (v. 1—4). 689 (5—8). versus 5—8 Sylei potius Nauck.
<lb/>13 Eur. frg. 690.</note>  

<pb n="v.6.p.30"/>
δυσανασχετοῦντι ἐπί τε τῇ βλάβῃ καὶ τῇ τοῦ θεράποντος ῥᾳθυμίᾳ καὶ
τῇ περιττῇ καταφρονήσει μηδὲν μήτε τῆς χρόας μήτε ὧν ἔπραττε
μεταβαλὼν εὐτολμότατά φησι·
<lg><l>"κλίθητι καὶ πίωμεν, ἐν τούτῳ δέ μου</l><l>τὴν πεῖραν εὐθὺς λάμβαν’, εἰ κρείσσων ἔσῃ.“</l><lb n="5"/></lg>
 τοῦτον οὖν πότερον δοῦλον ἢ κύριον ἀποφαντέον τοῦ δεσπότου,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="104"><p>μὴ μόνον
ἀπελευθεριάζειν ἀλλὰ καὶ ἐπιτάγματα ἐπιτάττειν τῷ κτησαμένῳ καὶ εἰ
ἀφηνιάζοι τύπτειν καὶ προπηλακίζειν, εἰ δὲ καὶ βοηθοὺς ἐπάγοιτο, πάντας
ἄρδην ἀπολλύναι τολμῶντα; γέλως οὖν ἂν εἴη καὶ φλυαρία πολλὴ τὰ
κατὰ τὰς λεγομένας ὠνὰς γράμματα, ἐπειδὰν τῇ καθ’ ὧν γράφεται <lb n="10"/>
παρευημερηθῇ σθεναρωτέρᾳ δυνάμει, χαρτιδίων ἀγράφων ἀκυρότερα,
ὑπὸ σέων ἢ χρόνου ἢ εὐρῶτος εἰς ἅπαν διαφθαρησόμενα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg027.1st1K-grc1" subtype="section" n="105"><p><milestone unit="altref" n="16"/><milestone unit="altpage1" n="p. 462 M."/>  Ἀλλ’ οὐ χρή, φήσει τις, τὰς τῶν ἡρώων παράγειν εἰς
πίστιν ἀρετάς· μείζους γὰρ ἢ κατὰ ἀνθρωπίνην φύσιν γενομένους Ὀλυμπίοις
ἁμιλλᾶσθαι, μικτῆς γενέσεως, ἀθανάτων καὶ θνητῶν ἀνακραθέντων <lb n="15"/>
σπερμάτων, ἐπιλαχόντας, ἡμιθέους εἰκότως προσαγορευθέντας, τοῦ θνητοῦ
μίγματος ὑπὸ τῆς ἀφθάρτου μερίδος κατακρατηθέντος, ὡς μηδὲν εἶναι
παράδοξον, εἰ τῶν ἐπ’ αὐτοῖς δουλείαν τεχναζόντων ὠλιγώρουν. ἔστω
 ταῦτα. μὴ καὶ Ἀνάξαρχος ἢ Ζήνων ὁ Ἐλεάτης ἥρωες ἢ ἐκ θεῶν;</p></div></div></body></text></TEI>