ὁ γοῦν Ἑρμῆς πυνθανομένῳ μέν, εἰ φαῦλός ἐστιν, ἀποκρίνεται· "ἥκιστα φαῦλος, ἀλλὰ πᾶν τοὐναντίον πρὸς σχῆμα σεμνὸς κοὐ ταπεινὸς οὐδ’ ἄγαν εὔογκος ὡς ἂν δοῦλος, ἀλλὰ καὶ στολὴν ἰδόντι λαμπρὸς καὶ ξύλῳ δραστήριος. — οὐδεὶς δ’ ἐς οἴκους δεσπότας ἀμείνονας αὑτοῦ πρίασθαι βούλεται· σὲ δ’ εἰσορῶν πᾶς τις δέδοικεν. ὄμμα γὰρ πυρὸς γέμεις, ταῦρος λέοντος ὡς βλέπων πρὸς ἐμβολήν.“ εἶτ’ ἐπιλέγει· "τὸ εἶδος αὐτό σου κατηγορεῖ σιγῶντος, ὡς εἴης ἂν οὐχ ὑπήκοος, τάσσειν δὲ μᾶλλον ἢ ’πιτάσσεσθαι θέλοις.“ ἐπεὶ δὲ καὶ πριαμένου Συλέως εἰς ἀγρὸν ἐπέμφθη, διέδειξεν ἔργοις τὸ τῆς φύσεως ἀδούλωτον· τὸν μὲν γὰρ ἄριστον τῶν ἐκεῖ ταύρων καταθύσας Διὶ πρόφασιν εὐωχεῖτο, πολὺν δ’ οἶνον ἐκφορήσας ἀθρόον εὖ μάλα κατακλιθεὶς ἠκρατίζετο. Συλεῖ δὲ ἀφικομένῳ καὶ 1 ὡς om. M 2 δεσπόταις F1 γοῦν] γὰρ G πυνθανομένω μέν M: πυνθανομένοις ἡμίν ceteri (Turn.) εἰ M: ὡς ceteri (Turn.) 3 ἀποκρίνεται om. M 4 ἥκιστα φαῦλος om. M φαύλως H1P 5 πρὸς σχῆμα Α: πρόσχημα ceteri (v) ; τὸ σχῆμα Herwerden (Nauck) κοὐ FGQ: καὶ οὐ ceteri 5.6 οὐδ’ ἄγαν—δοῦλος om. M 6 εὔογκος] εὐοίκους H1P 68 om. HP, add. mg Η 7 ξύλῳ] ζήλω L (Turn.) 8 οὐδεὶς δ’ ἐς] οὐ δεῖσθαι Μ ἐς οἴκους] εἰς οἴκου AT δεσπότην ἀμείνονα AQT 9 αὐτοῦ codd. δὲ HPT δ’ εἰσορῶν] διορῶν M 10. 11 πᾶς—ταῦρος om. M 10 πᾶς τις] ἃ πᾶς F γέμει(??) F 11 ὡς λέοντος transp. G ἐμβολήν] ἐντολὴν M 12 εἶτα F 13 τὸ εἶδος codd.: τὸ ἦθος Η2 (v) ; τό γ’ εἶδος coni. Elmsley αὑτό Elmsley: αὐτοῦ MFGHP (v), om. AQT σου Mang.: οὐ F, οὗ ceteri κατηγορεῖ codd.: κατηγορῶ Mang. 14 σιγῶντος ὡς εἴης ἂν om. M εἴης ἂν codd.: ἂν εἴης Mang. 15 δέ τάσσειν transp. M 71 ’πιτάσσεσθαι FG: ἢ ἐπιτάσσεσθαι ceteri (v) θέλεις AQT 16 δὲ om. Συλέως] συλλέγειν AQT, λέγω M 17 τὸν] τῶν Α ἐκεῖ ταύρων] ἓξ ἑταίρων Μ (??) 18 Διὶ πρόφασιν εὐωχεῖτο] διευωχεῖτο πρόφασιν M ἐκφορήσας MF: ἐκσυμφορήσας G, ἐμφορήσας AQT mg Η2 mg Ρ2, (v), om. Η1Ρ1 19 ἀθρόον] ἄθρουν FGAHP, ἄθρους M, om. QT ἄθροον v) εὑ om. M Συλεῖ δὲ ἀφικομένῳ] συνδιαφικομένω M Συλεῖ] σέλει Α δ’ Α 4 Eur. frg. 688 (v. 1—4). 689 (5—8). versus 5—8 Sylei potius Nauck. 13 Eur. frg. 690. δυσανασχετοῦντι ἐπί τε τῇ βλάβῃ καὶ τῇ τοῦ θεράποντος ῥᾳθυμίᾳ καὶ τῇ περιττῇ καταφρονήσει μηδὲν μήτε τῆς χρόας μήτε ὧν ἔπραττε μεταβαλὼν εὐτολμότατά φησι· "κλίθητι καὶ πίωμεν, ἐν τούτῳ δέ μου τὴν πεῖραν εὐθὺς λάμβαν’, εἰ κρείσσων ἔσῃ.“ τοῦτον οὖν πότερον δοῦλον ἢ κύριον ἀποφαντέον τοῦ δεσπότου, μὴ μόνον ἀπελευθεριάζειν ἀλλὰ καὶ ἐπιτάγματα ἐπιτάττειν τῷ κτησαμένῳ καὶ εἰ ἀφηνιάζοι τύπτειν καὶ προπηλακίζειν, εἰ δὲ καὶ βοηθοὺς ἐπάγοιτο, πάντας ἄρδην ἀπολλύναι τολμῶντα; γέλως οὖν ἂν εἴη καὶ φλυαρία πολλὴ τὰ κατὰ τὰς λεγομένας ὠνὰς γράμματα, ἐπειδὰν τῇ καθ’ ὧν γράφεται παρευημερηθῇ σθεναρωτέρᾳ δυνάμει, χαρτιδίων ἀγράφων ἀκυρότερα, ὑπὸ σέων ἢ χρόνου ἢ εὐρῶτος εἰς ἅπαν διαφθαρησόμενα. Ἀλλ’ οὐ χρή, φήσει τις, τὰς τῶν ἡρώων παράγειν εἰς πίστιν ἀρετάς· μείζους γὰρ ἢ κατὰ ἀνθρωπίνην φύσιν γενομένους Ὀλυμπίοις ἁμιλλᾶσθαι, μικτῆς γενέσεως, ἀθανάτων καὶ θνητῶν ἀνακραθέντων σπερμάτων, ἐπιλαχόντας, ἡμιθέους εἰκότως προσαγορευθέντας, τοῦ θνητοῦ μίγματος ὑπὸ τῆς ἀφθάρτου μερίδος κατακρατηθέντος, ὡς μηδὲν εἶναι παράδοξον, εἰ τῶν ἐπ’ αὐτοῖς δουλείαν τεχναζόντων ὠλιγώρουν. ἔστω ταῦτα. μὴ καὶ Ἀνάξαρχος ἢ Ζήνων ὁ Ἐλεάτης ἥρωες ἢ ἐκ θεῶν;