p. 445 M. Ὁ μὲν πρότερος λόγος ἦν ἡμῖν, ὦ Θεόδοτε, περὶ τοῦ δοῦλον εἶναι πάντα φαῦλον, ὡς καὶ διὰ πολλῶν καὶ εἰκότων καὶ ἀληθῶν ἐπιστωσάμεθα· οὑτοσὶ δ’ ἐκείνου συγγενής, ὁμοπάτριος καὶ ὁμομήτριος ἀδελφὸς καὶ τρόπον τινὰ δίδυμος, καθ’ ὃν ἐπιδείξομεν, ὅτι πᾶς ὁ ἀστεῖος ἐλεύθερος. τὸν μὲν οὖν τῶν Πυθαγορείων ἱερώτατον θίασον λόγος ἔχει μετὰ πολλῶν καὶ ἄλλων καλῶν καὶ τοῦτ’ ἀναδιδάσκειν, "ταῖς λεωφόροις μὴ βαδίζειν ὁδοῖς“, οὐχ ἵνα κρημνοβατῶμεν — οὐ γὰρ ποσὶ κάματον παρήγγελλεν —, ἀλλ’ αἰνιττόμενος διὰ συμβόλου τὸ μήτε λόγοις μήτ’ ἔργοις δημώδεσι καὶ πεπατημένοις χρῆσθαι. ὅσοι δὲ φιλοσοφίαν γνησίως Tit. Φίλωνος τοῦ τοῦ πάντα σπουδαῖον ἐλεύθερον εἶναι M (Eus): φῶνος περὶ τοῦ πάντα σπουδαῖον εἶναι ἐλεύθερον G, φίλωνος ἰουδαίου περὶ τοῦ πάντα σπουδαῖον εἶναι ἐλεύθερον AQ, τοῦ αὐτοῦ περὶ τοῦ πάντα σπουδαῖον εἶναι ἐλεύθερον F, περὶ τοῦ πάντα σπουδαῖον εἶναι ἐλεύθερον HP, φίλωνος ὅτι πᾶς ἀστεῖος ἐλεύθερος T 3 πρότερος] πρῶτος QT ὦ om. QT 3. 4 δοῦλον εἶναι πάντα φαῦλον M (cf. Eus. Hist. eccl. II 18,6): πάντα δοῦλον εἶναι φαῦλον F, πάντα δοῦλον εἶναι φαῦλον ceteri (v) 4 καὶ ἀληθῶν om. Q ἀληθῶν M: ἀληθινῶν ceteri (v) 5 δέ M 6 δίδυμον ’P ante ἀστεῖος om. G 7 οὖν om. Α πυθαγορίων MP 8 τοῦτο AT, ταῦτ’ F 10 παρήγγελλεν MF-: παρήγγειλεν ceteri (Turn.) 10. 11 μήτε λόγοις μήτ’ ἔργοις] μήτ’ ἔργοις μήτε λόγοις MHP (v) 11. 2, 1 φιλοσοφίας γνησίας ἐσπάσαντο coni. Mang. 3 cf. Diog. La. VII 121 (Stoicorum doctrina) μόνον τ’ ἐλεύθερον (scil. τὸν σοφὸν εἶναι), τοὺς δὲ φαύλους δούλους. Cic. Parad. V Ὅτι μόνος 6 σοφὸς ἐλεύθερος καὶ πᾶς ἄφρων δοῦλος. 8 cf. Diog. La. VIII 17 ἣν δ’ αὐτῷ (Pythagorae) τὰ σύμβολα τάδε· „. . . τὰς λεωφόρους μὴ βαδίειν“, Aelian. Var. Hist. IV 17 προσέταττε δὲ 6 αὐτὸς Πυθαγόρας . . . μηδέ βαδίζειν τὰς λεωφόρους ὁδούς. Clem. Alex. Strom. V b p. 664 P. καὶ Πυθαγόρας οὐκ ὀκνεῖ ἀπαγορεύειν τὰς λεωφόρους ὁδοὺς βαδίζειν, προστάττων μὴ δεῖν ταῖς τῶν πολλῶν ἕπεσθαι γνώμαις ἀκρίτοις καὶ ἀνομολογουμέναις οὔσαις. Porphyr. Vita Pythag. 42 ἦν δὲ καὶ ἄλλο εἶδος τῶν συμβόλων τοιοῦτον· „. . . τὰς δέ λεωφόρους μὴ βαδίζειν“, δι’ οὗ ταῖς τῶν πολλῶν ἕπεσθαι γνώμαις ἐκώλυεν. ἠσπάσαντο, καταπειθεῖς γενόμενοι τῷ προστάγματι νόμον αὐτὸ μᾶλλον δὲ θεσμὸν ἰσούμενον χρησμῷ ὑπετόπησαν, δόξας δ’ ἀγελαίους ὑπερκύψαντες ἀτραπὸν ἄλλην ἐκαινοτόμησαν ἄβατον ἰδιώταις λόγων καὶ δογμάτων, ἰδέας ἀνατείλαντες ὧν οὐδενὶ μὴ καθαρῷ θέμις ψαύειν. λέγω δὲ μὴ καθαρούς, ὅσοι ἢ παιδείας εἰς ἅπαν ἄγευστοι διετέλεσαν ἢ πλαγίως ἀλλὰ μὴ ἐπ’ εὐθείας αὐτὴν ἐδέξαντο κάλλος τὸ σοφίας εἰς τὸ σοφιστείας αἶσχος μεταχαράξαντες. οὗτοι τὸ νοητὸν φῶς ἰδεῖν οὐ δυνάμενοι δι’ ἀσθένειαν τοῦ κατὰ ψυχὴν ὄμματος, ὃ ταῖς μαρμαρυγαῖς πέφυκεν ἐπισκιάζεσθαι, καθάπερ ἐν νυκτὶ διάγοντες ἀπιστοῦσι τοῖς ἐν ἡμέρᾳ ζῶσι καὶ ὅς’ ἂν αὐγαῖς ἀκράτοις τῶν ἡλιακῶν ἀκτίνων εἰλικρινέστατα περιαθρήσαντες διηγῶνται τεράστια νομίζουσι φάσμασιν ἐοικότα, τῶν ἐν τοῖς θαύμασιν οὐ διαφέροντα.