δι’ ἣν αἰτίαν οἱ μὲν βραβείων καὶ κηρυγμάτων καὶ τῶν ἄλλων ὅσα νικῶσι δίδοται μετελάμβανον, οἱ δὲ οὐκ ἀστεφάνωτοι μόνον ἀπῄεσαν, ἀλλὰ καὶ ἧτταν ἐπονείδιστον ἐνδεξάμενοι τῶν ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἀργαλεωτέραν· ἐκεῖ μὲν γὰρ ἀθλητῶν σώματα κλίνεται ῥᾳδίως ὀρθοῦσθαι δυνάμενα, ἐνταῦθα δὲ ὅλοι βίοι πίπτουσιν, οὓς ἅπαξ ἀνατραπέντας μόλις ἔστιν ἀνεγεῖραι. Τῆς δὲ προνομίας καὶ τιμῆς καὶ τοὐναντίον κολάσεως τάξεις ἐναρμονίους ὑφηγεῖται, κατ’ ἄνδρας, κατ’ οἴκους, κατὰ πόλεις, κατὰ χώρας καὶ ἔθνη, κατὰ κλίματα γῆς μεγάλα. πρότερον δ’ ἐρευνητέον τὰ ἐπὶ τιμαῖς, ἐπειδὴ καὶ λυσιτελέστερα καὶ ἡδίω πρὸς ἀκρόασιν, ἀρχὴν λαμβάνοντας τὴν ἀφ’ ἑνὸς ἑκάστου τῶν ἐν μέρει. φασὶ τὸν παλαιὸν ἐκεῖνον Τριπτόλεμον Ἕλληνες ἀρθέντα μετέωρον ἐπὶ πτηνῶν δρακόντων τὸν τοῦ σίτου καρπὸν εἰς ἅπασαν τὴν γῆν κατασπείρειν, ἀντὶ βαλανηφαγίας ἵν’ ἔχῃ τὸ ἀνθρώπων γένος ἥμερον καὶ ὠφέλιμον καὶ ἡδίστην 1 προταθέντα coni. Mang. 2 ἐπιτίμια corr. ex ἐπίτιμα Η 3 ἐπαναστάσεσι F 4 καί αὐτὸν FP: ὑπ’ αὐτὸν ΑΗ (ὑπ᾿ αὐτοῦ v) 5 ἐπαιδεύθησαν FP: ἐνομοθέτησεν ΑΗ (v) ἀπόδειξιν Α 6 post ἀγῶνα add. τοῖς κατ’ αὐτόν A (cf. 1.4) γυμνὴν P: om. FAH (v) 7 εἶθ’ F ἀθληταὶ] ἀσκηταὶ coni. Mang. τῶ ὄντι FP: om. AH (v) 8 δ’ V 9 ἄνανδροι F: ἄνανδροι καὶ μαλακοὶ AHP (v) ἀγενεῖς H ἡ P, ἢ οm. F 10 τι δυνατώτερον transp. F βιάσασθαι P, ἀναβιώσασθαι L ἀναβιάσασθαι Τurn.) 11 ἐγίνοντο F: ἐγένοντο AHP (v) καὶ om. Turn. 12 δ’ F 13 ἀπίεσαν P ἐπονείδιστον codd.: ὑπονείδιστον Turn. ἐνδειξάμενοι AP 14 ἀργαλεώτερον Α 15 δυνάμενοι Α δ’ F 16 μόλις F: μόγις AHP (v) ἐγεῖραι F 19 καὶ ἔθνη FHP: καὶ κατὰ ἔθνη Α (κατά ἔθνη Mang.) 20 pr. καὶ om. Α ἥδιστα F2 21 λαμβάνοντας Α: λαβόντας FHP (v) ἐφ’ ἑνός ἑκάστου Α ἀφ’ ἑ. ἑ. scripsi): ἀφ’ ἑκάστου HP, ἐφ’ ἑκάστου F (v) 23 ἅπασαν] ἅπαν F1 24 ἔχοι F 8—11 DR fol. 138v Φίλωνος: οἱ ἄνανδροι ὑπὸ—γέλως ἑαυτῶν (sic) 22 cf. A pollod. Bibl. I 5,2. Himer. Or. 253. τροφήν. τοῦτο μὲν οὖν ὥσπερ πολλὰ καὶ ἄλλα τοῖς εἰωθόσι τερατεύεσθαι μύθου πλάσμα ὂν ἀπολελείφθω σοφιστείαν πρὸ σοφίας καὶ γοητείαν πρὸ ἀληθείας ἐπιτετηδευκόσιν. ἐξ ἀρχῆς γὰρ ἅμα τῇ πρώτῃ γενέσει τῶν ὅλων ὁ θεὸς προευτρεπίσατο τὰ ἐπιτήδεια πᾶσι τοῖς ζῴοις ἐκ γῆς ἀνείς, καὶ μάλιστα τῷ γένει τῷ ἀνθρώπων, ᾧ τὴν ἐφ’ ἅπασι τοῖς γηγενέσιν ἡγεμονίαν ἐχαρίζετο. τῶν γὰρ θείων ἔργων οὐδὲν ὀψίγονον, ἀλλὰ καὶ ὅσα τέχναις καὶ ἐπιμελείαις ὕστερον τελειοῦσθαι δοκεῖ, πάντως ἡμίεργα προϋπόκειται προμηθείᾳ φύσεως, ὡς μὴ ἀπὸ σκοποῦ τὰς μαθήσεις ἀναμνήσεις εἶναι λέγεσθαι. ταῦτα μὲν οὖν ὑπερκείσθω· τὴν δ’ ἀναγκαιοτάτην σπορὰν ἐπισκεπτέον, ἣν ὁ ποιητὴς ἐν ἀρετώσῃ χώρᾳ κατέσπειρε, λογικῇ ψυχῇ.