<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg026.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.1st1K-grc1" subtype="section" n="51"><p>τῷ δὲ δι’ ἀσκήσεως περιποιησαμένῳ φρόνησιν ὅρασις· μετὰ γὰρ τὸν ἐν νεότητι
πρακτικὸν  βίον ὁ ἐν γήρᾳ θεωρητικὸς βίος ἄριστος καὶ ἱερώτατος, ὃν
οἷα κυβερνήτην παραπέμψας ἐπὶ πρύμναν ὁ θεὸς ἐνεχείρισε τοὺς οἴακας
<lb n="10"/> ὡς ἱκανῷ πηδαλιουχεῖν τὰ ἐπίγεια· χωρὶς γὰρ θεωρίας ἐπιστημονικῆς
οὐδὲν τῶν πραττομένων καλόν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.1st1K-grc1" subtype="section" n="52"><p><milestone unit="altref" n="9"/> Ἑνὸς ἔτι μνησθεὶς ἀνδρός, στοχαζόμενος τοῦ μὴ μακρηγορεῖν, ἐπὶ τὰ ἀκόλουθα τῶν λόγων τρέψομαι. ὁ δ’ ἀνὴρ οὗτος τοὺς ἱεροὺς
ἀγῶνας ἑξῆς στεφανωθεὶς ἐκηρύχθη· λέγω δὲ ἱεροὺς οὐ τοὺς παρὰ
<lb n="15"/> πολλοῖς νομιζομένους — ἀνίεροι γὰρ οὗτοί γε βίαις καὶ ὕβρεσι καὶ
ἀδικίαις ἀντὶ τῶν ἀνωτάτω τιμωριῶν γέρα καὶ τιμὰς προτείνοντες —,
ἀλλ’ οὓς ἡ ψυχὴ πέφυκε διαθλεῖν, φρονήσει μὲν ἠλιθιότητα καὶ πανουργίαν
ἐλαύνουσα, σωφροσύνῃ δὲ ἀσωτίαν καὶ φειδωλίαν, ἀνδρείᾳ δὲ
θρασύτητα καὶ δειλίαν, καὶ ταῖς ἄλλαις ἀρεταῖς τὰς ἀντιθέτους κακίας,
<lb n="20"/> αἳ μήθ’ ἑαυταῖς μήτε ἄλλαις συμφέρουσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.1st1K-grc1" subtype="section" n="53"><p>πᾶσαι μὲν οὖν αἱ ἀρεταὶ παρθένοι, καλλιστεύει δὲ ὡς ἐν χορῷ παραλαβοῦσα τὴν ἡγεμονίαν ἡ
εὐσέβεια, ἣν ἐκληρώσατο διαφερόντως ὁ θεολόγος Μωυσῆς, δι’ ἣν μετὰ
<note xml:lang="mul" type="footnote"><lb/>2 γάρ] μὲν γὰρ A παιδεύεσθαι FAP: παιδευθῆναι Η (v)
<lb/>4 εὐθιξίαις F: εὐθηξίαις HP, ἐν εὐεξίαις Α καὶ κόποις (sic) καὶ ἐπιβουλαῖς Α προγανουμένης conicio
<lb/>5 αἷς] οἷς codd. (v) εὑρίσκει] ἂν εὑρίσκῃ Α
<lb/>6 χαρτόν] χαρτή Α
<lb/>7 περιπεποιημένω F φρόνησις F
<lb/>8 πρακτικὸν] πνικὸν (i. e. πνευματικόν) Α βίος ἄριστος DR, ἄριστος βίος F: βίος οm. AHP (v) 
<lb/>9 κυβερνήτην D (v): κυβερνήτης codd. παραπέμψας FAD: ἄνωθεν παραπέμψας ΗΡ (v) ἐπὶ πρύμναν παραπέμψας transp. Α, ἐπὶ πρύμναν om. D
<lb/>10 ἱκανὸν D πηδαλιουχῆσαι Α
<lb/>13 τἀκόλουθα F τῶν λόγων HP: τὸν λόγον FA 
<lb/>14 ἑξῆς F: om. AHP (v) δ’ F 14.
<lb/>15 παρὰ πολλοῖς Α: παρ’ ἄλλοις FHP (v) 
<lb/>17 μὲν om. L (Turn.)
<lb/>18 pr. δ’ F ἀνδρεία codd.: ἀνδρίᾳ v 
<lb/>19 ἀντιθέους (sic) Α
<lb/>20 μήθ’ FA: μήτε HP μήτε FHP: μήτ’ Α συμφέρουσιν scripsi: συμφέρονται codd. (v) αἱ om. Α
<lb/>21 δ’ F 21.22 ἡ εὐσέβεια Α: ἡ δικαιοσύνη F, ἡ εὐσέβεια καὶ δικαιοσύνη HP (v)
<lb/>22 μωσῆς codd. δι’ ἣν FAH1P: διὸ Η2 (v)</note> <note xml:lang="mul" type="footnote">7—11 DR fol. 131r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ἄθλων καὶ ἐπιτιμίων Anton. Mel. II 17 Col. 1056 Φίλωνος: μετὰ τόν ἐν νεότητι πρακτικὸν βίον—οὐδὲν τῶν πραττομένων καλόν.</note> <note xml:lang="mul" type="footnote">10.11 DP fol. 97v Φίλωνος: χωρὶς θεωρίας ἐπιστημονικῆς οὐδὲν τῶν πραττομένων καλόν·</note>  

<pb n="v.5.p.348"/>
μυρίων ἄλλων, ἅπερ ἐν τοῖς γραφεῖσι περὶ τοῦ κατ’ αὐτὸν βίου μεμήνυται,
τεττάρων ἄθλων ἐξαιρέτων τυγχάνει, [τυχὼν] βασιλείας, νομοθεσίας,
 προφητείας, ἀρχιερωσύνης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.1st1K-grc1" subtype="section" n="54"><p>βασιλεύς τε γὰρ γέγονεν, οὐκ ἔθει
τῷ καθεστῶτι μετὰ <milestone unit="altpage1" n="p. 417 M."/>  στρατιᾶς τε καὶ ὅπλων ναυτικῆς τε καὶ πεζικῆς
καὶ ἱππικῆς δυνάμεως, ἀλλ’ ὑπὸ θεοῦ χειροτονηθεὶς ἑκουσίῳ γνώμῃ τῶν <lb n="5"/>
ἀρχομένων, ὃς τοῖς ὑπηκόοις ἐνειργάσατο τὴν ἑκούσιον αἵρεσιν. ἄναυδος
γὰρ καὶ ἀκτήμων καὶ ἀχρήματος μόνος οὗτος βασιλεὺς ἡμῖν ἀνεγράφη,
πρὸ τοῦ τυφλοῦ τὸν βλέποντα πλοῦτον ἀσπασάμενος καί, εἰ δεῖ μηδὲν
 ὑποστειλάμενον εἰπεῖν, τὸν θεοῦ κλῆρον ἰδίαν οὐσίαν ὑπολαμβάνων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.1st1K-grc1" subtype="section" n="55"><p>ὁ δ’
αὐτὸς γίνεται καὶ νομοθέτης· δεῖ γὰρ τὸν βασιλέα προστάττειν καὶ <lb n="10"/>
ἀπαγορεύειν· νόμος δὲ οὐδέν ἐστιν ἕτερον ἢ λόγος προστάττων ἃ χρὴ
καὶ ἀπαγορεύων ἃ μὴ χρή. ἐπεὶ δ’ ἄδηλον τὸ ἐν ἑκατέρῳ συμφέρον —
ἀγνοίᾳ γὰρ πολλάκις κελεύομεν ἃ μὴ δεῖ καὶ ἀπαγορεύομεν ἃ δεῖ πράττειν
—, οἰκεῖον ἦν τρίτον λαβεῖν, προφητείαν, εἰς τὸ ἄπταιστον· ἑρμηνεὺς
γάρ ἐστιν ὁ προφήτης ἔνδοθεν ὑπηχοῦντος τὰ λεκτέα τοῦ θεοῦ, <lb n="15"/>
 παρὰ θεῷ δ’ οὐδὲν ὑπαίτιον.</p></div></div></body></text></TEI>