στοχασταὶ μὲν οὖν οἱ ἀπὸ τῶν γεγονότων τὸν ἀγένητον καὶ γεννητὴν τῶν ὅλων σπεύδοντες θεωρεῖν, ὅμοιόν τι δρῶντες τοῖς ἀπὸ δυάδος μονάδος φύσιν ἐρευνῶσι, δέον ἔμπαλιν ἀπὸ μονάδος — ἀρχὴ γὰρ αὕτη — δυάδα σκοπεῖν· ἀλήθειαν δὲ μετίασιν οἱ τὸν θεὸν θεῷ φαντασιωθέντες, φωτὶ φῶς. τὸ μὲν οὖν μέγιστον ἆθλον εἴρηται. πρὸς δὲ τούτοις λαμβάνει βραβεῖον ὁ ἀσκητὴς λεχθῆναι μὲν οὐκ εὔφημον, νοηθῆναι δὲ ἄριστον· ὀνομάζεται δὲ τὸ βραβεῖον πλάτους νάρκη (Genes. 32,25) συμβολικῶς· ἀλαζονεία μὲν γὰρ καὶ ὑπεροψία διὰ τοῦ πλάτους ἐμφαίνεται, χεομένης τῆς ψυχῆς ἄμετρον ἐφ’ ἃ μὴ δεῖ χύσιν, διὰ δὲ τῆς νάρκης μετεώρου καὶ πεφυσημένου πράγματος, οἰήσεως, συστολή. σύμφορον δὲ οὐδὲν οὕτως ὡς τὸ κεχαλασμένον καὶ ἀνειμένον τῶν ὁρμῶν ἀνακοπῆναί τε καὶ ναρκῆσαι παρεθὲν τοὺς πνευματικοὺς τόνους, ἵν’ ἡ τῶν παθῶν ἄμετρος ἰσχὺς ἐξασθενήσασα πλάτος ἐμπαράσχῃ ψυχῆς τῷ βελτίονι μέρει. Προσεξεταστέον δὲ ὅτι καὶ οἰκειότατον ἑκάστῳ τῶν τριῶν ἀπενεμήθη τὸ ἆθλον. τῷ μὲν γὰρ ἐκ διδασκαλίας τελειωθέντι πίστις, ἐπειδὴ 1 οὐ om. Α παρ’] ὑπὸ Α 2 οὐχὶ τῶν κατ’ οὐρανόν om. F 3 ἢ συγγράμματα (sic) Α 4 μόνου AHP: μόνον F (v) μετακληθεὶς FA: καταβληθεὶς ΗΡ (v) ; καταληφθεὶς vel κατηχηθεὶς coni. Mang. οἰκέτῃ HP (οὐκέτι Turn.) 6 ἢ om. HP 7 ἄλλοις ἡ FA: ἄλλοισιν HP ἡ πάλιν ἄστροις Α συνόλως om. L (Turn.) 8 δὴ om. Α ἑαυτοῦ] αὐτοῦ F δι’ αὐτοῦ F: δι’ αὑτοῦ HP (v), δι’ ἑαυτοῦ Α 11 ἀγέννητον Α καὶ γεννητὴν τῶν ὅλων FA: om. HP (v) 12 δρῶσι Α φύσιν μονάδος transp. Α post μονάδος add. ἄρχεσθαι Α mg Ρ2 13 ἀρχὴ γὰρ αὕτη] αὕτη γὰρ ἐν ἀρχὴ F δυάδα Α: δυάδος FHP (Turn.) 16 δ’ F 17 πλάτους om. P (Turn.) ἡ νάρκη A: νάρκα l-, νάρκα ΗΡ (v) ; ct. Lob. Phryn. p. 331 18 μὲν FA: om. HP (v) τοῦ om. F 19 καὶ μετεώρου ΑΡ2 20 συ στολή (συ ss. F2) σύμφορον] συμφέρον coni. Mang. δ’ F 22 παρεθέν FHP: παρεθέντα Α (παραθὲν Turn.) 23 ἀσθενήσασα Α 24 προσεξεταστέον] προσθετέον coni. Mang. δ’ F τὸν μανθάνοντα πιστεῦσαι δεῖ τῷ διδάσκοντι περὶ ὧν ὑφηγεῖται· δύσκολον γάρ, μᾶλλον δ’ ἀδύνατον ἀπιστοῦντα παιδεύεσθαι. τῷ δὲ κατ’ εὐμοιρίαν φύσεως ἐπ’ ἀρετὴν φθάσαντι χαρά· χαρτὸν γὰρ ἡ εὐφυΐα καὶ τὰ φύσεως δῶρα. τῆς διανοίας εὐθιξίαις καὶ εὐσκόποις ἐπιβολαῖς προσγανουμένης, ἐν αἷς ἀπόνως εὑρίσκει τὰ ζητούμενα, καθάπερ ὑποβολέως ἔνδοθεν ὑπηχοῦντος· ἡ γὰρ σύντομος τῶν ἀπορουμένων εὕρεσις χαρτόν.