<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg026.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.1st1K-grc1" subtype="section" n="41"><p>εἰ δέ τινες καὶ δι’ ἐπιστήμης ἴσχυσαν φαντασιωθῆναι τὸν ποιητὴν καὶ ἡγεμόνα τοῦ παντός, τὸ λεγόμενον
<lb n="5"/> δὴ τοῦτο κάτωθεν ἄνω προῆλθον. ὥσπερ γὰρ εἰς εὔνομον πόλιν
τόνδε τὸν κόσμον παρελθόντες καὶ θεασάμενοι γῆν μὲν ἀρετῶσαν ὀρεινὴν
καὶ πεδιάδα, σπαρτῶν καὶ δένδρων καὶ καρπῶν ἔτι δὲ καὶ παντοίων
 ζῴων  <milestone unit="altpage2" n="p. 415 Μ."/> ἀνάπλεων, ἐπὶ δ’ αὐτῆς ἀνακεχυμένα πελάγη καὶ λίμνας καὶ
ποταμοὺς αὐθιγενεῖς τε καὶ χειμάρρους, καὶ ἀέρος καὶ πνευμάτων
<lb n="10"/> εὐκρασίας, καὶ τῶν ἐτησίων ὡρῶν τὰς ἐναρμονίους μεταβολάς, καὶ ἐπὶ
πᾶσιν ἥλιον καὶ σελήνην πλάνητάς τε καὶ ἀπλανεῖς ἀστέρας καὶ τὸν
σύμπαντα οὐρανὸν ἐν τάξεσι μετὰ τῆς οἰκείας στρατιᾶς ἡρμοσμένον,
κόσμον ἀληθινὸν ἐν κόσμῳ περιπολοῦντα,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.1st1K-grc1" subtype="section" n="42"><p>θαυμάσαντες καὶ καταπλαγέντες εἰς ἔννοιαν ἦλθον ἀκόλουθον τοῖς φανεῖσιν, ὅτι ἄρα τοσαῦτα
<lb n="15"/> κάλλη καὶ οὕτως ὑπερβάλλουσα τάξις οὐκ ἀπαυτοματισθέντα γέγονεν,
ἀλλ’ ὑπό τινος δημιουργοῦ κοσμοποιοῦ, καὶ ὅτι πρόνοιαν ἀναγκαῖον
εἶναι· νόμος γὰρ φύσεως ἐπιμελεῖσθαι τὸ πεποιηκὸς τοῦ γεγονότος.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.1st1K-grc1" subtype="section" n="43"><p>ἀλλ’ οὗτοί γε οἱ θεσπέσιοι καὶ τῶν ἄλλων διενηνοχότες, ὅπερ ἔφην, κάτωθεν ἄνω προῆλθον οἷα διά τινος οὐρανίου κλίμακος, ἀπὸ τῶν
<lb n="20"/> ἔργων εἰκότι λογισμῷ στοχασάμενοι τὸν δημιουργόν. εἰ δέ τινες ἐδυνήθησαν
αὐτὸν ἐξ ἑαυτοῦ καταλαβεῖν ἑτέρῳ μηδενὶ χρησάμενοι λογισμῷ
συνεργῷ πρὸς τὴν θέαν, ἐν ὁσίοις καὶ γνησίοις θεραπευταῖς καὶ θεοφιλέσιν
ὡς ἀληθῶς ἀναγραφέσθωσαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.1st1K-grc1" subtype="section" n="44"><p>τούτων ἐστὶν ὁ Χαλδαϊστὶ μὲν προσαγορευόμενος Ἰσραήλ, Ἑλληνιστὶ δὲ ὁρῶν θεόν, οὐχ οἷός ἐστιν
<note xml:lang="mul" type="footnote"><lb/>1 θεοῦ ὑπάρξεως transp. FN
<lb/>2 κομίσαντες Α: νομίσαντές HP (Turn.) λαβόντες FN περὶ N
<lb/>3 χαράξαντες AFN: ἐγχαράξαντες ΗΡ (v)
<lb/>4 τοῦ παντός FNHP: τοῦδε τοῦ παντός Α Μang.)
<lb/>5 ἔννομοι Α
<lb/>6 παρελθόντες FA (Mang.): παρεληλυθότες HP ἀρετῶσαν Mang.: ἑστῶσαν codd.
<lb/>7 καὶ καρπῶν om. A 7.8 παντοίων ζώων F: ζώων παντοίων AHP (v)
<lb/>8 ἀνάπλεω F ἀνακεχυμένα HP: ἐπικεχυμένα FA πελάγη om. HP (Turn.) λίμνας F: λιμένας AHP 
<lb/>9 καὶ αὐθιγενεῖς Α καὶ ἀέρος καὶ πνευμάτων FA: καὶ ἀέρος om. HP (Turn.) ; καὶ πνευμάτων καὶ ἀέρος Mang.
<lb/>10 ἐναρμονίους οm. Α alt. καὶ om. F 
<lb/>11 pr. καὶ om. F τε καὶ Α: τε om. HP (v), τε καὶ om. F
<lb/>12 ἡρμοσμένον FA: om. HP (v)
<lb/>15 ὑπερβάλλουσα τάξις FAH1P: ὑπερβάλλοντα τάξει Η2 (v) 
<lb/>16 <add>καὶ</add> κοσμοποιοῦ conicio
<lb/>17 πεποιηκότος Η1Ρ τοῦ γεγονότος τοῦ om. v
<lb/>18 οἱ θεσπέσιοι FA: οἱ om. HP (v) ὅπερ FAP (Turn.): ὁπότε Η; ὥσπερ Mang.
<lb/>19 οἷα HP: οἷον Α, ἶνα F διά FA: δή HP (Turn.) 19.20 ἀπό τῶν ἔργων FA mg Ρ2: om. HP (Turn.) 20.21 ἠδυνήθησαν codd, 
<lb/>21 λογισμῶ FA: om. HP (Turn.)
<lb/>22 καὶ γνησίοις oin. L (Turn.), καὶ γνησίοις— ἀληθῶς (23) om. F
<lb/>23 ὡς om. Α</note>  

<pb n="v.5.p.346"/>
ὁ θεός — τοῦτο γὰρ ἀμήχανον, ὡς ἔφην —, ἀλλ’ ὅτι ἔστιν, οὐ παρ’
ἑτέρου τινὸς μαθών, οὐχὶ τῶν κατὰ γῆν, οὐχὶ τῶν κατ’ οὐρανόν, οὐχὶ
τῶν ὅσα στοιχεῖα ἢ συγκρίματα θνητά τε αὖ καὶ ἀθάνατα, ἀλλὰ παρ’
αὐτοῦ μόνου μετακληθεὶς τὴν ἰδίαν ὕπαρξιν ἀναφῆναι θελήσαντος ἱκέτῃ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.1st1K-grc1" subtype="section" n="45"><p>πῶς δ’ ἡ προσβολὴ γέγονεν, ἄξιον διά τινος εἰκόνος ἰδεῖν. τὸν αἰσθητὸν <lb n="5"/>
τοῦτον ἥλιον μὴ ἑτέρῳ τινὶ θεωροῦμεν ἢ ἡλίῳ; τὰ δὲ ἄστρα μή τισιν
ἄλλοις ἢ ἄστροις θεωροῦμεν; καὶ συνόλως τὸ φῶς ἆρ’ οὐ φωτὶ βλέπεται;
τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ θεὸς ἑαυτοῦ φέγγος ὢν δι’ αὐτοῦ μόνου
θεωρεῖται, μηδενὸς ἄλλου συνεργοῦντος ἢ δυναμένου συνεργῆσαι πρὸς
 τὴν εἱλικρινῆ κατάληψιν τῆς ὑπάρξεως αὐτοῦ.</p></div></div></body></text></TEI>