<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg026.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.1st1K-grc1" subtype="section" n="26"><p>τουτὶ δὲ τὸ γένος ἀριθμῷ μέν ἐστιν ὀλίγον, δυνάμει δὲ πολὺ καὶ μέγιστον, ὡς μηδ’ ἅπαντα τὸν τῆς γῆς κύκλον
αὐτὸ χωρεῖν δύνασθαι, φθάνειν δ’ εἰς οὐρανόν· ἱμέρῳ γὰρ τοῦ θεωρεῖν
<lb n="20"/> καὶ τοῖς θείοις ἀεὶ συνεῖναι κατεσχημένον ἀλέκτῳ, τὴν ὁρατὴν ὅταν
ἅπασαν φύσιν διερευνήσῃ καὶ διεξέλθῃ, πρὸς τὴν ἀσώματον καὶ νοητὴν
εὐθὺς μέτεισιν, οὐδεμίαν τῶν αἰσθήσεων ἐπαγόμενον, ἀλλ’ ὅσον μὲν τῆς
ψυχῆς ἄλογον μεθιέμενον, τῷ δ’ ὃ κέκληται νοῦς καὶ λογισμὸς μόνῳ
προσχρώμενον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.1st1K-grc1" subtype="section" n="27"><p>ὁ<sic>ὁ</sic> μὲν οὖν ἡγεμὼν τῆς θεοφιλοῦς δόξης, ὁ<sic>ὁ</sic> πρῶτος ἐκ <lb n="25"/> τύφου μεθορμισάμενος πρὸς ἀλήθειαν, διδακτικῇ χρησάμενος ἀρετῇ
<note xml:lang="mul" type="footnote"><lb/>2 τῶν ἀνθρώπων D: τῶν om. codd. (v) μετ’ F
<lb/>3 ζήσασι D: om. codd. (Turn.) ἑνὸς ἀνδρός δικαιοσύνης οὐκ ἄξια ἐβίωσαν DR
<lb/>8 τὸ addidi: τὸ pro τῷ scribere voluit Mang.
<lb/>9 καὶ δόξης Α
<lb/>11 ἐστιν] ἣν F 
<lb/>14 εἰσοικησάμενος H
<lb/>15 ἐνίδρυται F: ἐνιδρύεται AHP (v) ἐπιλάμψῃ] ἐπιπέμψῃ conicio
<lb/>16 ἀλήθεια
<lb/>51 τύφου Α ὅς] ἧ F μόλις F: μόγις ΑΗΡ (v)
<lb/>17 νικηθεὶς HP: κινηθεὶς FA κινηθεὶς δυνάμει transp. F τουτὶ F: τοῦτο ΑΗΡ (v) ἀριθμῶν. H1P ὀλίγων P
<lb/>18 τὸν τῆς γῆς κύκλον F: τῆς γῆς τὸν κύκλον Α, τῆς γῆς κύκλον HP (v)
<lb/>19 φθάνειν codd.: φθάνει Mang. post οὐρανὸν add. F verba (interpolata) καὶ τά πέρατα τοῦ κόσμου, μᾶλλον δέ καὶ τὴν μετά κόσμου (κόσμον?) οὐσίαν ἱμέρω γὰρ τοῦ θεωρεῖν F: γάρ τοῦ θεωρεῖν ἔρωτι Α (Mang.), καὶ τοῦ θεωρεῖν ΗΡ (Turn.)
<lb/>20 συνεῖναι Α: συνιέναι FHP (Turn.) κατϊσχημένον Α ἀλέκτως L ( ἀλέκτως ὅ Turn.) 
<lb/>21 διερευνήσας διεξέλθῃ Α
<lb/>25 μεθορμισάμενος FH: μεθορμησάμενος P, μεθαρμοσάμενος Α (Mang.) πρός] εἰς F διδακτὴ vel διδασκαλικῇ coni. Mang.</note>  

<pb n="v.5.p.342"/>
πρὸς τελείωσιν, ἆθλον αἴρεται τὴν πρὸς θεὸν πίστιν· τῷ δὲ κατ’ εὐμοιρίαν φύσεως αὐτήκοον καὶ αὐτομαθῆ καὶ αὐτοδίδακτον κτησαμένῳ τὴν
ἀρετὴν βραβεῖον ἀναδίδοται χαρά· τοῦ δ’ ἀσκητοῦ καὶ πόνοις ἀτρύτοις
καὶ ἀκαμπέσι περιποιησαμένου τὸ καλὸν ὁ στέφανός ἐστιν ὅρασις θεοῦ.
τοῦ δὲ πιστεύειν θεῷ καὶ διὰ παντὸς τοῦ βίου χαίρειν καὶ ὁρᾶν ἀεὶ τὸ <lb n="5"/>
ὂν τί ἂν ὠφελιμώτερον ἢ σεμνότερον ἐπινοήσειέ τις;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.1st1K-grc1" subtype="section" n="28"><p><milestone unit="altref" n="5"/> Ἐπαυγασώμεθα δ’ αὐτῶν ἕκαστον ἀκριβέστερον, μὴ τοῖς
ὀνόμασι παραχθέντες, ἀλλὰ διακύψαντες εἴσω καὶ ταῖς διανοίαις ἐμβαθύναντες.
ὁ μὲν τοίνυν ἀψευδῶς πιστεύσας θεῷ τὴν ἐν τοῖς ἄλλοις
ὅσα γενητὰ καὶ φθαρτὰ κατείληφεν ἀπιστίαν, ἀρξάμενος ἀπὸ τῶν ἐν <lb n="10"/>
αὐτῷ μέγα πνεόντων, λογισμοῦ τε καὶ αἰσθήσεως· ἑκατέρῳ γὰρ ἴδιον
<milestone unit="altpage2" n="p. 413 M."/>  συνέδριον καὶ δικαστήριον προσκεκλήρωται, τῷ μὲν εἰς τὴν τῶν νοητῶν
ἐπίσκεψιν, οὗ τέλος ἀλήθεια, τῇ δὲ εἰς τὴν τῶν ὁρατῶν, οὗ τέλος δόξα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.1st1K-grc1" subtype="section" n="29"><p>τὸ μὲν οὖν ἀνίδρυτον καὶ πεπλανημένον τῆς δόξης ἐνθένδε δῆλον· εἰκόσι
γὰρ καὶ πιθανοῖς ἐφορμεῖ· πᾶσα δὲ εἰκὼν ὁμοιότητι εὐπαραγώγῳ ψεύδεται <lb n="15"/>
τὸ ἀρχέτυπον. ὅ τε ἡγεμὼν αἰσθήσεως λογισμὸς τὰς κρίσεις οἰόμενος
ἀνῆφθαι τῶν νοητῶν καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων ἁλίσκεται
περὶ πολλὰ κηραίνων· ὅταν γὰρ μυρίοις οὖσι τοῖς κατὰ μέρος ποιῆται
τὰς προσβολάς, ἀδυνατεῖ καὶ ἐξασθενεῖ καὶ ἀπαγορεύει καθάπερ ἀθλητὴς
 ὑπὸ ῥώμης δυνατωτέρας ἐκτραχηλιζόμενος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.1st1K-grc1" subtype="section" n="30"><p>ὅτῳ δ’ ἐξεγένετο πάντα μὲν <lb n="20"/>
σώματα πάντα δ’ ἀσώματα ὑπεριδεῖν καὶ ὑπερκῦψαι, μόνῳ δ’ ἐπερείσασθαι
καὶ στηρίσασθαι θεῷ μετ’ ἰσχυρογνώμονος λογισμοῦ καὶ ἀκλινοῦς
καὶ βεβαιοτάτης πίστεως, εὐδαίμων καὶ τρισμακάριος οὗτος ὡς ἀληθῶς.
</p></div></div></body></text></TEI>