ἆθλα καὶ ταύτῃ προτίθεται διττὰ ἐπὶ διττοῖς κατορθώμασιν, ἀπολείψει μὲν αἰσχρῶν, αἱρέσει δὲ τῶν καλλίστων. τὰ δ’ ἆθλα ἀποικία καὶ μόνωσις· φησὶ γὰρ ἐπὶ τοῦ τὰς μὲν σώματος νεωτεροποιίας ἀποδράντος, αὐτομολήσαντος δὲ πρὸς ψυχήν· „οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ θεός“ (Gen. 5,24). αἰνίττεται δὲ ἐναργῶς διὰ μὲν τῆς μεταθέσεως τὴν ἀποικίαν, διὰ δὲ τοῦ μὴ εὑρίσκεσθαι τὴν μόνωσιν· καὶ σφόδρα οἰκείως· εἰ γὰρ τῷ ὄντι ἄνθρωπος καταπεφρόνηκεν ἡδονῶν καὶ ἐπιθυμιῶν καὶ ἐπάνω τῶν παθῶν ἀψευδῶς ἔγνωκεν ἵστασθαι, [πρὸς] μετανάστασιν εὐτρεπιζέσθω φεύγων ἀμεταστρεπτὶ καὶ οἶκον καὶ πατρίδα καὶ συγγενεῖς καὶ φίλους. ὁλκὸν γὰρ ἡ συνήθεια, ὡς δέος εἶναι, μὴ καταμείνας ἁλῷ τοσούτοις ἐν κύκλῳ φίλτροις ἀποληφθείς, ὧν αἱ φαντασίαι τὴν ἐγγενομένην ἡσυχίαν τῶν αἰσχρῶν ἐπιτηδευμάτων πάλιν ἀνακινήσουσι καὶ μνήμας ἐναύλους, ὧν ἐπιλελῆσθαι 1 ἀδιάφορον Turn. 3 alt. οὔτε ΗΡ 4 προσονομάζουσιν F: ὀνομάζουσιν ΑΗΡ (Turn.) εἰς δ’ ἑλλάδα ΑΗΡ: ὃς εἰς ἑλλάδα F (Mang.) 5 γλῶσσαν Α μεταληφθείς] μεταβληθείς L (Turn.) 7 ἐλπίσῃ F 9 ἀμεταβλήτου FA: ἀμετανοήτου HP (v) κατὰ τὰ αὐτά P, κατ’ αὐτά Α 13 καὶ ταύτῃ FA: γάρ ταύτῃ HP; γὰρ ταῦτα v 13. 14 διπλᾶ ἐπὶ διπλοῖς Α 15 ἀποικία] ἀποίκιλλα· μετάθεσίς τε Α 16 σώματος A: τοῦ σώματος FHP (v) 17 ηὑρίσκετο Α 18 pr. δέ om. F ἐναργῶς FA: καὶ ἐναργῶς HP (v) 19 οἰκείως] εἰκότως conicio 19—21 ἄνθρωπος καταπεφρόνηκεν ἡδονῶν καὶ καὶ ἐπάνω—ἵστασθαι F: ἐπάνω—ἵστασθαι ἄνθρωπος δὲ add. Α) καταφρονήσας ἡδονῶν καὶ ἐπιθυμιῶν AHP (v) 21 πρὸς μετανάστασιν F πρός seclusi): om. AHP (v) 23 δέος] δέον H1P μεταμείνας F 24 ἐναποληφθείς coni. Mang. ἐγγινομένην Α, γενομένην F 4 sqq. Gen. 4,26. cf. de Abrahamo § 7 sqq. καλὸν ἦν, ἐνεργάσονται. πολλοὶ γοῦν ἀποδημίαις ἐσωφρονίσθησαν, ἔρωτας ἐκμανεῖς καὶ λελυττηκότας θεραπευθέντες, οὐκέτι τῆς ὄψεως χορηγεῖν δυναμένης τῷ πάθει τῆς ἡδονῆς τὰ εἴδωλα· τῇ γὰρ διαζεύξει κατὰ κενοῦ βαίνειν ἀνάγκη, μηκέτι παρόντος ὑφ’ οὗ διερεθισθήσεται. κἂν μεταναστῇ μέντοι, τοὺς τῶν πολλῶν θιάσους ἐκτρεπέσθω μόνωσιν ἀσπαζόμενος· πέφυκε γὰρ καὶ ἐπὶ τῆς ἀλλοδαπῆς ὅμοια τοῖς οἴκοι δίκτυα, οἷς ἀνάγκη περιπείρεσθαι τοὺς ἀπροοράτως ἔχοντας καὶ ταῖς τῶν πολλῶν χαίροντας ὁμιλίαις· ὅ τι γὰρ ἄτακτον, ἄκοσμον, πλημμελές, ὑπαίτιον, τοῦτο ὄχλος ἐστί, μεθ’ οὗ φέρεσθαι τῷ νῦν πρῶτον μετοικισαμένῳ πρὸς ἀρετὴν ἀλυσιτελέστατον.