ταύτης δ’ ὁ πρῶτος σπόρος ἐστὶν ἐλπίς, ἡ πηγὴ τῶν βίων. ἐλπίδι μὲν γὰρ κέρδους ὁ χρηματιστὴς ἐπαποδύεται πολυτρόποις ἰδέαις πορισμῶν, ἐλπίδι δ’ ὁ ναύκληρος εὐπλοίας περαιοῦται τὰ μακρὰ πελάγη· ἐλπίδι δόξης καὶ ὁ φιλότιμος αἱρεῖται πολιτείαν καὶ κοινῶν πραγμάτων ἐπιμέλειαν· δι’ ἐλπίδα βραβείων καὶ στεφάνων καὶ οἱ τῶν σωμάτων ἀσκηταὶ τοὺς γυμνικοὺς ἀγῶνας διαθλοῦσιν· ἐλπὶς εὐδαιμονίας καὶ τοὺς ἀρετῆς ζηλωτὰς ἐπαίρει φιλοσοφεῖν, ὡς ταύτῃ δυνησομένους καὶ τὴν τῶν ὄντων φύσιν ἰδεῖν καὶ δρᾶσαι τὰ ἀκόλουθα πρὸς τὴν τῶν ἀρίστων βίων θεωρητικοῦ τε καὶ πρακτικοῦ τελείωσιν, ὧν ὁ τυχὼν εὐθύς ἐστιν εὐδαίμων. ἔνιοι μὲν οὖν τὰ ἐλπίδος σπέρματα ἢ ὡς πολέμιοι τὰς ἐν τῇ ψυχῇ κακίας ζωπυρήσαντες ἐνέπρησαν ἢ ὡς ἀμελεῖς τέχνης τῆς γεωργικῆς ὑπὸ ῥᾳθυμίας διέφθειραν. εἰσὶ δ’ οἳ καὶ δόξαντες ἐπιμελεῖσθαι, φιλαυτίαν πρὸ εὐσεβείας ἀσπασάμενοι, τὰς αἰτίας τῶν κατορθωμάτων ἀνέθηκαν ἑαυτοῖς. ὑπαίτιοι δὲ πάντες οὗτοι· μόνος δ’ ἀποδοχῆς ἄξιος ὁ ἀναθεὶς τὴν ἐλπίδα θεῷ καὶ ὡς αἰτίῳ τῆς γενέσεως αὐτῆς καὶ 1 οὑν οm. P 2 ἄτε ante μύθου fort. inserendum μύθου πλάσμα ὂν F: κατά πλάσμα οἷον μῦθος ὢν Α, κατὰ πλάσμα οἷον μύθου ὂν HP; οἶον πλάσμα μύθου ὂν Mang. σοφιστείαν πρὸ σοφίας FP: πρὸ σοφίας om. AH (add. mg. H) 2.3 καὶ γοητείαν ἔχον, οὐ μὴν ἀφορῶν πρὸς ἀλήθειαν (om, ἐπιτετηδευκόσιν) A 3.4 τῶν ὅλων θεὸς Α 4 προευτρεπίσατο FHP: ηὐτρεπίσατο Α (Mang.) τοῖς ζώοις F: τοῖς om. ΑΗΡ (v) ἀνεὶς FA (Mang.): ἀνιεὶς HP 5 γηγενέσιν] γένεσιν F 6 ἀλλ’ ὅσα F 7. 8 πρόκειται προμαθούσης φύσεως Α (Mang.) 8 ἀναμνήσεις om. Η (Turn.) 9 δὲ Α 11 μὲν F: om. AHP (v) 12 καὶ πολυτρόποις H 13 μακρὰ om. F 16 ἀσκηταὶ F: ἀθληταὶ AHP (Turn.) διαθλοῦσιν FHP: ἐναθλοῦσιν Α, ἀθλοῦσιν L (Turn.) 18 τἀκόλουθα F 19 θεωρητικήν τε καὶ πρακτικὴν Α εὐθύς ἐστιν F: ἐστιν εὐθὺς AHP (v) 22 διεφθάρησαν A 22.23 ἐπιμελεῖσθαι FA: ἐπιμεμελῆσθαι HP (v) 24 αὐτοῖς F ὑπαίτιοι—θεῷ (25) om. Α δὲ P 25 γεννήσεως Α αὐτῆς] αὑτοῖς Α ὡς ἀσινῆ καὶ ἀδιάφθορον ἱκανῷ μόνῳ διαφυλάξαι. τί οὖν ἆθλον πρόκειται τῷ στεφανωθέντι τὸν ἀγῶνα τοῦτον; τὸ μικτὸν ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως ζῷον, ὁ ἄνθρωπος, οὔθ’ ὁ αὐτὸς οὔθ’ ἕτερος ὢν τοῦ λαβόντος. τοῦτον Χαλδαῖοι μὲν προσονομάζουσιν Ἐνώς, εἰς δ’ Ἑλλάδα γλῶτταν μεταληφθείς ἐστιν ἄνθρωπος, τὸ κοινὸν ὄνομα τοῦ γένους ἴδιον λαβών, ἆθλον ἐξαίρετον, ὡς δέον μηδένα νομίζεσθαι τὸ παράπαν ἄνθρωπον, ὃς ἂν μὴ ἐπὶ θεὸν ἐλπίζῃ. Μετὰ δὲ τὴν ἐλπίδος νίκην ἀγὼν δεύτερός ἐστιν, ἐν ᾧ μετάνοια ἀγωνίζεται τῆς μὲν ἀτρέπτου καὶ ἀμεταβλήτου καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχούσης φύσεως ἀμοιρήσασα, ζήλῳ δὲ καὶ ἔρωτι τοῦ βελτίονος ἐξαίφνης κατασχεθεῖσα καὶ σπεύδουσα καταλιπεῖν μὲν τὴν σύντροφον πλεονεξίαν καὶ ἀδικίαν, μεθορμίσασθαι δὲ πρὸς σωφροσύνην καὶ δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετάς.