Τῶν μὲν οὖν διὰ τοῦ προφήτου Μωυσέως λογίων τρεῖς ἰδέας II p. 408 Μ. εἶναι συμβέβηκε, τὴν μὲν περὶ κοσμοποιίας, τὴν δὲ ἱστορικήν, τὴν δὲ τρίτην νομοθετικήν. ἡ μὲν οὖν κοσμοποιία παγκάλως πᾶσα καὶ θεοπρεπῶς μεμήνυται, λαβοῦσα τὴν ἀρχὴν ἀπὸ γενέσεως οὐρανοῦ καὶ λήξασα εἰς ἀνθρώπου κατασκευήν· ὁ μὲν γὰρ ἀφθάρτων τελειότατος, ὁ δὲ θνητῶν. ἀθάνατα δὲ καὶ θνητὰ ἐν γενέσει συνυφαίνων ὁ ποιητὴς εἰργάσατο τὸν κόσμον, τὰ μὲν [γενόμενα] ὡς ἡγεμονικά, τὰ δ’ ὡς ὑπήκοα [καὶ] γενησόμενα. τὸ δὲ ἱστορικὸν μέρος ἀναγραφὴ βίων ἐστὶ σπουδαίων καὶ πονηρῶν καὶ τὰ ὁρισθέντα ἑκατέροις ἐπιτίμια καὶ γέρα ἐν ἑκάσταις γενεαῖς. τοῦ δὲ νομοθετικοῦ τὸ μὲν καθολικωτέραν ὑπόθεσιν ἔχει, τὸ δ’ ἕτερον τῶν κατὰ μέρος νομίμων εἰσὶν ἐντολαί· κεφάλαια μὲν δέκα, ἅπερ λέγεται κεχρησμῳδῆσθαι οὐ δι’ ἑρμηνέως ἀλλ’ ἐν τῷ ὑψώματι τοῦ ἀέρος σχηματιζόμενα καὶ ἄρθρωσιν ἔχοντα λογικήν, τὰ δ’ ἄλλα τὰ κατ’ εἶδος [μέρη] διὰ τοῦ προφήτου θεσπισθέντα. περὶ ὧν ἁπάντων ὅσα καιρὸς ἐν ταῖς προτέραις συντάξεσι διεξελθὼν καὶ προσέτι τῶν ἀρετῶν ἃς ἀπένειμεν 1 tit. περὶ ἄθλων καὶ ἐπιτιμίων HP (καὶ ἀρῶν addidi ex Euseb. Hist. eccl. II 18,5), τοῦ αὐτοῦ περὶ ἄθλων καὶ ἐπιτιμίων F, τοῦ αὐτοῦ φίλωνος περὶ ἄθλων καὶ ἐπιτιμιῶν Α 2 τῶν scripsi: τἀς codd. (v) ante διὰ add. τῶν AHP (v), omisi cum F μωϋσέος P, μώσεως FAH λογίων om. F 3 μὲν FA: μέν γάρ HP (v) τῆς κοσμοποιίας Α δ’ F 4 παγκάλως πᾶσα A: πᾶσα om. F, πᾶσα παγκάλως P (γρ. καλῶς mg Ρ2), πᾶσα καλῶς Η (Turn.) 5 λαβοῦσα V: AHP (v) 6 θνητῶν F: θνητῶν φθαρτός HP (v), θνητῶν φθαρτικώτατος Α; καὶ φθαρτῶν coni. Mang. 8 γενόμενα seclusi et ὡς addidi, deinde καὶ seclusi; ὑποταγησόμενα pro γενησόμενα coni. Μang. 9 δ’ F ἀναγραφὴ βίων ἐστὶ σπουδαίων καὶ πονηρῶν codd.: ἀναγραφὴ πονηρῶν καὶ σπουδαίων βίων ἐστὶ v 10 ἐπίτιμα Η καὶ γέρα F: καὶ om. AHP ἐν om. H ἑκάστοις H γενεαῖς περιέχει vel μηνύει conicio 11 καθολικωτέραν ὑπόθεσιν Α: καθολικώτερον τὴν ὑπόθεσιν FHP; καθολικωτέραν τὴν ὑπόθεσιν v 11.12 τῶν κατά μέρος scripsi: τῶν κατὰ om. codd.: τῶν ἐν μέρει coni. Mang. 12 νομίμων] νόμων P (fort. recte) μὲν scripsi: δὲ AHP (v), om. F 14 δὲ F alt. τὰ om. A μέρη seclusit Mang. 16 διελθὼν Α ἃς ἀπένειμεν] αἳ βραβεύουσιν Α εἰρήνῃ τε καὶ πολέμῳ μέτειμι κατὰ τὸ ἀκόλουθον ἐπὶ τὰ προτεθέντα καὶ τοῖς ἀγαθοῖς ἆθλα καὶ τοῖς πονηροῖς ἐπιτίμια. συνασκήσας γὰρ ὑφηγήσεσι καὶ προτροπαῖς μαλακωτέραις καὶ πάλιν ἐπανατάσεσι καὶ νουθεσίαις ἐμβριθεστέραις τοὺς κατ’ αὐτὸν πολιτευομένους ἐκάλεσεν εἰς τὴν ὧν ἐπαιδεύθησαν ἐπίδειξιν· οἱ δὲ παρελθόντες ὥσπερ εἰς ἱερὸν ἀγῶνα γυμνὴν τὴν ἑαυτῶν προαίρεσιν ἀνέφηναν εἰς ἐναργέστατον ἔλεγχον τῆς ἀληθείας. εἶτα οἱ μὲν ἀθληταὶ τῷ ὄντι ἀρετῆς ἀνευρίσκοντο μὴ ψεύσαντες τῆς ἐπ’ αὐτοῖς χρηστῆς ἐλπίδος τοὺς ἀλείπτας νόμους, οἱ δὲ ἄνανδροι καὶ ἀγεννεῖς ὑπὸ τῆς ἐμφύτου μαλακίας τὰς ψυχάς, πρὶν ἢ δυνατώτερόν τι ἀντιβιάσασθαι, προκαταπίπτοντες αἰσχύνη καὶ γέλως θεατῶν ἐγίνοντο.