εἰσὶ δ’ οἳ τοσαύτῃ κέχρηνται μοχθηρίας ὑπερβολῇ, ὥστε οὐκ ἔχοντες ἀργύριον τροφὰς δανείζουσιν ὡς πλείους ὧν ἔδοσαν αὖθις κομιζόμενοι. ταχύ γ’ ἂν οὗτοι μεταιτοῦσιν ἔρανον παράσχοιεν λιμὸν ἐν εὐθηνίᾳ καὶ εὐετηρίᾳ κατασκευάζοντες καὶ τὴν ἀθλίων ἀνθρώπων γαστρὸς ἔνδειαν προσοδευόμενοι καὶ μόνον οὐκ ἐπὶ τρυτάνης ἱστάντες σιτία καὶ ποτά, μὴ καθέλκῃ ῥοπή. τοῖς οὖν μεθέξουσι τῆς καθ’ αὑτὸν ἱερᾶς πολιτείας ἀναγκαίως παραγγέλλει τὰς ἰδέας τῶν τοιούτων πόρων ἐκτρέπεσθαι· δουλοπρεποῦς γὰρ καὶ σφόδρα ἀνελευθέρου ψυχῆς τὰ ἐπιτηδεύματα μεταβεβληκυίας εἰς ἀγριότητα καὶ θηρίων φύσιν. 1 ἐπεισφέρονται om. v (ἔλαβον supplere voluit Mang.) 2 ἡμερότητα, κοινωνίαν om. V 3 οἷς τιlς S: ἧς C, εἰς G2 ὧν ceteri (Turu.) κτήσεις (G2 ἐφάμλος om. in lac. G1 post ἐφάμιλλος add. οὐδεμία Α ἀπορώτατος] προορώτατος F1G2, πραώτατος H1P, πενιχρότατος Α 4 ἀναφανεῖται S: ἀναφαίνεται ceteri (v) 5 μυχοῖς γῆς SHP: γῆς μυχοῖς GAFG1, γῆν μυχοῖς G1 ἀρετῆς δ’ S: τῆς δέ ceteri (Turn.; τῆς δέ ἀρετῆς Mang.) 6 δέ SG1: δ’ AH, δι’ CFG2P 7 γενητῆς HP, γεννἐτης S2 τῆς τῶν συμπάντων οὐσίας θεός Α τοίνυν] νῦν CG2 8 ἄπορον εὐπορίαν Α ἐν λόγω θετέον S: λόγω θετέον CG2 (v), λογοθετέον FG1HP, λογιστεύει Α τῶν S: om. ceteri (v) 9 τὸν S: om. ceteri (Turn.) βλέποντα] μέλλοπα S 10 ὥστ’ Α 11 ἔδοσαν] ἔλαβον S κομιζόμενοι CFG2H1P: κομtσόμενοι SAG1H(v) ; κομιούμενοι conicio 12 ταχὺ] τάχα coni. Mang. γ’ ἂν SCFG1: γάρ AG2, γοῦν HP (v) ὡς ἔρανον Α ἐν om. F 12. 13 ἐν εὐετηρία καὶ ἐν εὐθηνία S 13 τὴν S: τῶν A, τῆς ceteri (v) ἄθλων F, ἀθλίας HP (Turn.) 14 pr. καὶ S: om. ceteri (v) μόνον οὐ γὰρ F, σιτία om. G2 alt. καὶ] ὡς, τοῦ G1 ποτά S: om. ceteri (v) 14.15 μὴ καθέλκῃ ῤοπή S: μὴ καθέλκειν ῤοπὴν (πλάστιγγος add. A) ceteri (v) 15. καθ’ αὑτὸν S: κατ’ αὐτὸν cetcri (v) ἱερᾶς πολιτείας SF2: πολιτείας ἱερᾶς ceteri (v) 16 ἀναγκαῖον F εἰδἐας S πόρων] σπόρων F, παρ’ ὧν S 18 μεταβεβληκυίας S: μεταβεβληκότας FG2Η1Ρ, μεταβεβληκότα Α, μεταβεβληκότος C, μεταβεβληκέναι G1, μεταβεβηκυίας Η2 (Turn.) eηρίων] θήρειον coni. Mang. Ἕν τι τῶν εἰς φιλανθρωπίαν τεινόντων παράγγελμα κἀκεῖνο διατάττεται, μισθὸν πένητος αὐθημερὸν ἀποδιδόναι, οὐ μόνον ὅτι τὴν χρείαν ἐφ’ ἣν παρελήφθη παρασχόντα δίκαιον ἦν τὸν ἐπὶ τῇ ὑπηρεσίᾳ μισθὸν ἀνυπερθέτως ἀπολαβεῖν, ἀλλ’ ὅτι καί, ὡς εἶπόν τινες, ἐφημερόβιος ὢν ὁ χειροτέχνης ἢ ἀχθοφόρος, ὅλῳ τῷ σώματι κακοπαθῶν ὑποζυγίου τρόπον, ἐπὶ τῷ μισθῷ τέθειται τὴν ἐλπίδα· ὃν εἰ μὲν εὐθὺς κομίσαιτο, γήθει καὶ ῥώννυται πρὸς τὴν ἐπιοῦσαν προθυμίᾳ διπλασίονι ἐργασόμενος, εἰ δὲ μὴ κομίσαιτο, πρὸς τῷ σφόδρα ἄχθεσθαι καὶ τοὺς τόνους ὑπὸ λύπης ἐκλυθεὶς ἀναπέπτωκεν, ὡς ἀδυνατεῖν πρὸς τὰ ἐν ἔθει τῶν ἔργων ἀπαντᾶν. Ἔτι φησί· δανειστὴς μὴ ἐπεισίτω χρεωστῶν οἰκίαις ἐνέχυρόν τι καὶ ῥύσιον ἐπὶ τῷ δανείῳ μετὰ βίας ληψόμενος, ἀλλ’ ἐν προθύροις ἔξω παρεστὼς ἀναμενέτω κελεύων ἡσυχῇ προφέρειν. οἱ δέ, ἂν ἔχωσι, μὴ ἀναδυέσθωσαν, εἴ γε ἁρμόττει τὸν μὲν μὴ τῷ δύνασθαι καταχρῆσθαι πρὸς τὸ αὐθαδέστερον ἐφ’ ὕβρει τῶν δανεισαμένων, τοὺς δὲ πρὸς ὑπόμνησιν τῆς τῶν ἀλλοτρίων ἀποδόσεως ἄξια παρέχειν ἐνέχυρα. 1 tit. περὶ μισθοῦ πένητος add. S mg G2 ἕν τι S: ἔτι ceteri (v) τεινόντων] ὄντων S παράγγελμα] παράδειγμα Α 2 διατάττεται S: διατέτακται ceteri (v) τὴν om. G2 3 ἐφ’ ἢν SC1G2: ἐφ’ ἦ ceteri (v) παρασχόντα δίκαιον SCG2: δίκαιον παρασχόντα ceteri 4 λαβεῖν A ἐφημερόβιος S: ἐφήμερος ceteri (v) 6 μὲν] μὴ FG1 εὐθὺς] ταχὺ S 7 γηθεῖ fortasse scribendum γήθει—κομίσαιτο (8) om. FG1 καὶ ῥώννυται S: χαίρων νῦν τε (μέν HP) καὶ ceteri (v) διπλασίονι S: om. ceteri (Turn.) ; διπλάσιον Mang. ἐργασόμενος S: ἐργαζόμενος ceteri (Turn.) 8 τῴ] τὸ SG2H τοὺς τόνους SC: πρὐς πόνους A, τόνους ceteri 11 ἐπεισίτω S2 (ἐπισιτῶ S1), ἐπεισίτω Α: εἰσίτω F2 (v), αἰτείτω CG2F1G1, αἰτήτω HP, ἐπιστῇ Clem. Αl., unde ἐπιστήτω coni. Wendl. οἰκίαις codd.: οἰκίας V ἐνέχειρον F1 12 τι S: om. ceteri (Turn.) ῥύσιον S: χρῆσιν G1, χρυσὸν ceteri (Turn.) ἐπὶ τῷ δανείῳ om. S ἐν προθύροις] ἐπὶ θύραις S 13 παρεστὼς Α: προεστὼς FG1G2HP (v), ἑστὼς SC κελεῦον Α προσφέρειν S2F οἱ] oἵ codd. δὲ S: δ’ ceteri 14 ἀναδυέσθωσαν Wendl. (cf. Clem. Al.): ἀναδυέτωσαν codd. (v) εἴ γε SCG2: εἶτ’ Η, εἶθ’ AFP, εἴπερ G1 ἁρμόττειν F τὸν] τῶ G1 τῶ μὴ transp. S 16 παρέχειν S: παρασχεῖν ceteri (v) 2 Lev. 19,13. Deut. 24,14. 15. cf loseph. Ant. lud IV §288. 2 sqq. Clem. Alex. Strom. II 18 p.473P. ἄρ’ οὐ δοκεῖ σοι φιλανθρωπίας εἶναι τδ παράγγελμα τοῦτο ὥσπερ κἀκεῖνο, μισθὸν πένητος αὐθημερὸν ἀποδιδόναι; ἀνυπερθέτως δεῖν διδάσκει ἐκτίνειν τόν ἐπὶ ταῖς ὑπηρεσίαις μισθόν, πρλύεται γὰρ οἶμαι ἡ προθυμία τοῦ πένητος ἀτροφήσαντος πρός τοὐπιόν. 11 Deut. 24,10. 11. cf. Iosepk. Ant. lud. IV § 268. 11 sqq. pergit Clem. Alex. l. l. ἔτι, φησί, δανειστὴς μὴ ἐπιστῇ χρεώστου οἰκίᾳ ἐνέχυρον μετὰ βίας ληψόληψόμενός, ἀλλ’ ὁ μὲν ἔξω προφέρειν κελευέτω, δέ ἔχων μὴ ἀναδυέσθω. Τίς γε μὴν οὐκ ἂν ἀγάσαιτο τοῦ περὶ τοὺς θεριστὰς ἢ τρυγητὰς διατάγματος; κελεύει γὰρ ἐν μὲν τῷ ἀμήτῳ μήτε τὰ ἀποπίπτοντα τῶν δραγμάτων ἀναιρεῖσθαι μήτε πάντα τὸν σπόρον κείρειν, ἀλλ’ ὑπολείπεσθαί τι τοῦ κλήρου μέρος ἄτμητον, ἅμα μὲν τοὺς εὐπόρους μεγαλόφρονας καὶ κοινωνικοὺς κατασκευάζων ἐκ τοῦ τι προϊέναι τῶν ἰδίων καὶ μὴ πᾶσι προσκεχηνέναι καὶ πάντα συμφορεῖν καὶ συγκομίζειν οἴκαδε θησαυροφυλακήσοντας, ἅμα δὲ τοὺς πένητας εὐθυμοτέρους ἀπεργαζόμενος· ἐπειδὴ γὰρ κτημάτων ἰδίων ἀποροῦσιν, ἐφίησιν αὐτοῖς εἰς τὰ τῶν ὁμοφύλων εἰσιέναι κἀκ τῶν ὑπολειφθέντων ὡς οἰκείων ἀμᾶν.