δύναται γὰρ ἀνδρὸς ἀγαθοῦ παραίνεσις ἀναπεπτωκότας ταῖς γνώμαις ἐγεῖραι καὶ διάρασα εἰς ὕψος ἐπάνω τῶν καιρῶν καὶ τῶν πραγμάτων ἱδρύσασθαι φρόνημα γενναῖον καὶ ἀκατάπληκτον ἐνθεῖσα. τὰ δὲ ἁρμόττοντα τοῖς τε ὑπηκόοις καὶ τῷ κληρονόμῳ τῆς ἡγεμονίας διαλεχθεὶς ἄρχεται τὸν θεὸν ὑμνεῖν μετ’ ᾠδῆς, τελευταίαν αὐτῷ βίου τοῦ μετὰ σώματος εὐχαριστίαν ἀποδιδούς, ἀνθ’ ὧν ἀπὸ γενέσεως ἄχρι γήρως καιναῖς καὶ οὐ ταῖς ἐν ἔθει χάρισιν εὐηργετεῖτο· καὶ συναγαγὼν ἄθροισμα θεῖον, τὰ στοιχεῖα τοῦ παντὸς 1 εὐθυμίας S: προθυμίας ceteri (Turn.) φαιδρῶς G2 2 ὑμετέρας SH2, ὑμ. ex ἡμ. corr. Α: ἡμετέρας ceteri (v) 3 τοῦ θεοῦ AFG1 4 εὐθὺς om. Α ἐπεῖπεν S: ἐξεῖπεν ceteri (v) οἶς ἐπίστευσαν om. S ἐπίστευσε Α 5 Ἰησοῦν] Ἰησοῦν] G2 ἀνδραγαθήσεσθαι Α 6 εὐβουλίαις] ἐπιβουλαῖς S ἀνενδυάστοις CG2 7 τελειοῦν G2 8 φιλοεθνὲς] φιλόθεον ἐς S, φιλοκενὲς Α 10 alt. καὶ S: om. ceteri (Turn.) 11 τοῦ om. F1’ 12 ἅπασι τοῖς ἡγεμόσι S 13 ἀρχέτυπον παράδειγμα S: ἀρχέτυπον om. ceteri (v) ἀποβλέποντες S 14 βουλημάτων G2FHP ἀλλὰ Α 15 αὑτῶν CG2G1 (v) ἀλείφωσιν καὶ συγκροτῶσιν S 16 διάρασα SCG2: διάραι ceteri (v) 17 καὶ ἐπάνω A G1 pr. τῶν] τε H2 (v) καὶ τῶν S: τῶν om. ceteri (v) 18 ἐνθεῖσα καὶ ἀκατάπληκτον transp. Α ἐνθείς HP δὲ SA: γοῦν F (Mang.), τε ceteri (Turn.) τε om. CG2 20 βίου S: τοῦ βίου ceteri (v) 21 γενέσεως S: γεννήσεως ceteri (Turn.) κεναῖς F οὐ S: οὐχὶ ceteri (v) 22 εὐηργετεῖτο C, εὐεηργετεῖτο S ἡ ss. S2): εὐηργέτητο ceteri (v) 5 Dent. 31,7. 23. 19 sqq. Deut. 31,30 sqq. καὶ τὰ συνεκτικώτατα μέρη τοῦ κόσμου, γῆν τε καὶ οὐρανόν, τὴν μὲν θνητῶν ἑστίαν, τὸν δὲ ἀθανάτων οἶκον, ἐν μέσοις τὰς ὑμνῳδίας ἐποιεῖτο διὰ παντὸς ἁρμονίας καὶ συμφωνίας εἴδους, ἵνα κατακούσωσιν ἄνθρωποί τε καὶ ἄγγελοι λειτουργοί, οἱ μὲν ὡς γνώριμοι, πρὸς τὴν τῆς ὁμοίας εὐχαρίστου διαθέσεως διδασκαλίαν, οἱ δ’ ὡς ἔφοροι θεασάμενοι κατὰ τὴν σφῶν ἐμπειρίαν, μή τι τῆς ᾠδῆς ἐκμελές, καὶ ἅμα διαπιστοῦντες, εἴ τις ἄνθρωπος ὢν ἐνδεδεμένος σώματι φθαρτῷ δύναται τὸν αὐτὸν τρόπον ἡλίῳ καὶ σελήνῃ καὶ τῷ τῶν ἄλλων ἀστέρων πανιέρῳ χορῷ μεμουσῶσθαι τὴν ψυχὴν πρὸς τὸ θεῖον ὄργανον, τὸν οὐρανὸν καὶ τὸν σύμπαντα κόσμον, ἁρμοσάμενος. ταχθεὶς δ’ ἐν τοῖς κατὰ τὸν αἰθέρα χορευταῖς ὁ ἱεροφάντης ἀνεκεράσατο ταῖς πρὸς θεὸν εὐχαρίστοις ὑμνῳδίαις τὰ γνήσια πάθη τῆς πρὸς τὸ ἔθνος εὐνοίας, ἐν οἷς ἦσαν ἔλεγχοι παλαιῶν ἁμαρτημάτων, αἱ πρὸς τὸν παρόντα καιρὸν νουθεσίαι καὶ σωφρονισμοί, παραινέσεις αἱ πρὸς τὰ μέλλοντα διὰ χρηστῶν ἐλπίδων, αἷς ἐπακολουθεῖν ἀναγκαῖον αἴσια τέλη.