<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="66"><p><milestone unit="altref" n="3"/> Τοῦτο μὲν δὴ πρῶτον ἐναργέστατον δεῖγμα τῆς πρὸς ἅπαν τὸ
ὁμόφυλον αὐτοῦ φιλανθρωπίας καὶ πίστεως· ἕτερον δὲ τοῦ λεχθέντος
οὐκ ἀποδέον. ἐπειδὴ γὰρ ἀριστίνδην ὁ φοιτητὴς αὐτοῦ καὶ μιμητὴς <lb n="10"/>
τῶν ἀξιεράστων ἠθῶν Ἰησοῦς ἄρχων ἐδοκιμάσθη κριτηρίοις θείοις, οὐχ
ὥσπερ ἂν ἕτερος ἐπὶ τῷ μὴ τοὺς υἱοὺς ἢ τοὺς ἀδελφιδοῦς αἱρεθῆναι
 κατήφησεν, ἀλλὰ ὑποπλησθεὶς ἀλέκτου χαρᾶς,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="67"><p>ὅτι μελλήσοι τὸ ἔθνος
ἐπιτρόπῳ χρῆσθαι τὰ πάντα ἀρίστῳ — καλὸν γὰρ κἀγαθὸν ἐξ ἀνάγκης
ᾔδει τὸν εὐάρεστον θεῷ —, λαβόμενος τῆς τούτου δεξιᾶς καὶ παραγαγὼν <lb n="15"/>
αὐτὸν εἰς ἠθροισμένον τὸ πλῆθος, μηδὲν περὶ τῆς αὑτοῦ τελευτῆς εὐλαβηθείς,
 ἀλλὰ ταῖς ἀρχαίαις εὐφροσύναις νέας ἑτέρας προσειληφὼς οὐ
μόνον διὰ μνήμην τῶν πρότερον εὐπαθειῶν, αἷς κατακόρως διὰ παντὸς
εἴδους ἀρετῆς ἐνετρύφησεν, ἀλλὰ καὶ διὰ τὴν ἐλπίδα τοῦ μέλλειν ἀθανατίζεσθαι
μεταβαλὼν ἐκ φθαρτοῦ βίου εἰς ἄφθαρτον, ἱλαραῖς ὄψεσιν ἐκ <lb n="20"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 τῶν] τὸ F1 Τῶ F2G2 ἁπανταχοῦ S: πανταχοῦ CG2AF, πανταχῆ G1; ἁπανταχῆ HP (v)
<lb/>2 δ’ Α ἐπαγγελλομένου S ἱκεσίαν om. S ὄντος ὄντως transp. G2HP 3.
<lb/>4 τῆς δοκιμωτάτοις (sic) Α
<lb/>4 τοῦτο S: τοῦτο καὶ ceteri (v) διὰ] ἐκ G2 ἠθῶν S, ἐθνῶν L (Turn.)
<lb/>5 ἀνωτάτω AP: ἀνωτάτου ceteri αἰτίου S: om. ceteri (v) τὸν] τῶν H1P
<lb/>6 γενητοῖς] θνητοῖς Α ἀπωσαμένους C γεννητὸς Α ἀληθείας FG1HP
<lb/>7 δόξης FG1HP μόνη Α ἀφαιρημένος S1 (corr. S2), ἀφῃρημένη A, ἀφῃρημένου FHP
<lb/>8 ἐνεργέστατον S 
<lb/>9 πίστεως S: πίσιεως ἔργον ceteri (v)
<lb/>10 ἀριστίνδην S: ἄριστος ὢν ceteri (v) 
<lb/>11 Ἰησοῦς] ἰωσούς G2 ἄρχειν Α
<lb/>12 ἕτερος S: ἔνιοι ceteri (v) ἐπὶ τῷ] ἐπεὶ S μὴ ante αἱρεθῆναι transp. Α ἢ] μὴ S ἀδελφιδοῦς SG1: ἀδελφοὺς ceteri (v)
<lb/>13 κατήφησεν] κατηφίησεν S2, ἀνιαρόν τί φησιν Α post κατήφησε add. Μωυσῆς codd. (v), omisi cum S ἀλλά S: ἀλλ’ ceteri ἀλήκτου SG2, ἀνεκτου Richt. μέλλει A
<lb/>14 χρήσασθαι Α τὰ πάντα] τῶ πάντ’ Α ἄριστα S κἀγαθὸν S: καὶ ἀγαθὸν ceteri 14.
<lb/>15 ἔἵδῃ (corr. ex ἤδῆ) ἐξ ἀνάγκης transp. S
<lb/>15 καὶ παραγαγὼν G1: παράγει μὲν S (Mang.), παράγει μὲν καὶ παραγαγὼν ceteri (Turn.)
<lb/>16 μηδὲ Α αὐτοῦ G1H1P, ἑαυτοῦ A
<lb/>17 οὐ μόνον—ἱλαραῖς ὄψεσιν (20) S: om. ceteri (Turn.) 
<lb/>18 μνήμην scripsi: μνήμης S
<lb/>19 ἀλλά καὶ S: καὶ om. Mang.
<lb/>20 post βίου ras. 2—3 litt. in S εἰς] πρὸς conicio</note> <note xml:lang="lat" type="footnote"><lb/>15 sqq. Num. 27,22. 23.</note>  

<pb n="v.5.p.285"/>
τῆς κατὰ ψυχὴν εὐθυμίας φαιδρὸς καὶ γεγηθώς φησιν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="68"><p>„ἐμοὶ μὲν ἀπαλλάττεσθαι καιρὸς ἤδη τῆς ἐν σώματι ζωῆς· ὁ δὲ τῆς ὑμετέρας ἐπιτροπῆς
διάδοχος οὗτός ἐστιν αἱρεθεὶς ὑπὸ θεοῦ“· καὶ τὰ χρησθέντα
λόγια τῆς δοκιμασίας εὐθὺς ἐπεῖπεν, οἷς ἐπίστευσαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="69"><p>καὶ πρὸς τὸν <lb n="5"/> Ἰησοῦν ἀποβλέψας ἀνδραγαθίζεσθαι παραινεῖ καὶ σφόδρα ἰσχύειν ἐν ταῖς
εὐβουλίαις, ἀγαθὰς μὲν γνώμας εἰσηγούμενον, ἀνενδότοις δὲ καὶ ἐρρωμένοις
λογισμοῖς τὰ γνωσθέντα καλῶς τελειοῦντα. καὶ ταῦτ’ ἔλεγεν ἴσως
οὐ δεομένῳ παραινέσεως, ἀλλὰ τὸ φιλάλληλον καὶ φιλοεθνὲς πάθος οὐ
στέγων, ὑφ’ οὗ τρόπον τινὰ κεντριζόμενος ἃ συνοίσειν ἐνόμιζεν ἀπεγύμνου.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="70"><p><lb n="10"/> ἦν δὲ καὶ χρησμὸς αὐτῷ παρακαλέσαι τὸν διάδοχον καὶ εὐθαρσέστατον ἀπεργάσασθαι πρὸς τὴν τοῦ ἔθνους ἐπιμέλειαν, τὸ βάρος μὴ καταδείσαντα
 τῆς ἀρχῆς, ἵνα τοῖς ἔπειτα γένηται κανὼν καὶ νόμος  <milestone unit="altpage2" n="p. 387 M."/> ἅπασιν ἡγεμόσι
πρὸς ἀρχέτυπον παράδειγμα Μωυσῆν ἀποβλέπουσι καὶ μηδεὶς φθονῇ
βουλευμάτων ἀγαθῶν τοῖς διαδόχοις, ἀλλ’ ὑποθήκαις καὶ παραινέσεσι
<lb n="15"/> τὰς ψυχὰς αὐτῶν ἀλείφωσι καὶ συγκροτῶσι.</p></div></div></body></text></TEI>