<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="56"><p><lb n="10"/> ὕπαρχος ὢν καὶ τὰ τῆς ἡγεμονίας συνδιοικῶν. ἀλλὰ καίτοι βάσανον ἀκριβῆ λαβὼν ἐκ μακρῶν χρόνων τῆς ἔν τε λόγοις καὶ ἔργοις καλοκἀγαθίας αὐτοῦ καὶ — τὸ ἀναγκαιότατον. — εὐνοίας τῆς πρὸς τὸ ἔθνος, οὐδὲ
τοῦτον ᾠήθη χρῆναι καταλιπεῖν διάδοχον, δεδιὼς μή ποτε ψευδοδοξῇ
νομίζων ἀγαθὸν τὸν οὐκ ὄντα πρὸς ἀλήθειαν, ἐπειδὴ τὰ κριτήρια τῆς
<lb n="15"/> ἀνθρωπίνης γνώμης ἀμυδρὰ καὶ ἀβέβαιά πως εἶναι πέφυκεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="57"><p>ὅθεν οὐ προπιστεύων ἑαυτῷ ποτνιᾶται καὶ καθικετεύει τὸν ἀοράτου ψυχῆς ἔφορον
 θεόν, ᾧ μόνῳ διάνοιαν ἔξεστιν ἀκριβῶς θεωρεῖν,  <milestone unit="altpage2" n="p. 885 M."/> ἀριστίνδην ἑλέσθαι τὸν
ἐπιτηδειότατον εἰς ἡγεμονίαν, ὃς οἷα πατὴρ ἐπιμελήσεται τῶν ὑπηκόων·
καὶ τὰς καθαρὰς καὶ ὡς ἂν εἴποι τις τροπικώτερον παρθένους χεῖρας
<lb n="20"/> ἀνατείνας εἰς οὐρανόν φησιν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="58"><p>„ἐπισκεψάσθω κύριος ὁ θεὸς τῶν πνευμάτων
<note xml:lang="mul" type="footnote"><lb/>1 δ’ ἐστὶν S: δ’ ὅτι AF, δὲ ὅτι ceteri (v) 1.2 καὶ σχεδὸν SG-: καὶ om. ceteri (v) 
<lb/>2 καθορᾶ C ἀνθρώπου S: ἀνθρώπων ceteri (v)
<lb/>3 ἀδηλουμένου F, προκειμένου ’, γενομένου A γένοιτο (oin. ἄν) CG2
<lb/>4 σχεδὸν ἐκ πρώτης S: ἐκ πρώτης σχεδὸν ceteri (v) τοὔνομα S
<lb/>5 τὴν πρώτην φιλίαν S οὐδέν] οὐδεὶς S παρὰ] περὶ F τοῖς ora. Α
<lb/>6 ἔρως] ὅρος Α
<lb/>6 οὐράνιος S:
<lb/>6 om. ceteri (v) καὶ θεῖος ὄντως S: om. ceteri (v)
<lb/>7 ὁμωρόφιος S1AFG1: ὁμορόφιος ceteri (Turn.) 
<lb/>8 μόνωσις] μόνος εἰσίῃ S
<lb/>9 τὰς S: om. ceteri (v) ἀεὶ διαφερόντως τῶ πλήθει S: αἱ Tiu πλήθει διέφερον ’, ἅς Tdi πλήθει διέφερε ceteri (v) μονονουχὶ Α, μόνον οὐκ ’, μονονοὺκ G1G2
<lb/>10 ἡγεμονείας HP, οἰκονομίας Α συνδιοικῶν S: διοικῶν ceteri (Turn.)
<lb/>11 τῶν χρόνων Α ἐν ἔργοις S
<lb/>1 1.
<lb/>12 καλοκἀγαθίας αὐτοῦ S: αὐτοῦ καλοκαγαθίας CG2, αὐτοῦ post λόγοις (11) transp. ceteri (v) 
<lb/>12 τὸ ἀναγκαιότατον SCG2: τοῦ ἀναγκαιοτάτου Α (coni. Mang.), τῶν ἀναγκαιοτάτων ’HP
<lb/>13 διάδοχον SF: om. ceteri (Turn.) δεδειὼς S μὴ ποτε S: ποτε om. ceteri (v) ψευδοδοξῇ SA: ψευδοδοξεῖ F, ψευδοδοξεῖν CG2HP, ψευδοδοξοίη G1
<lb/>16 προπιστεύων SC1G2: προσπιστεύων ceteri (v) ἀόρατον Α 
<lb/>17 θεόν, di μόνω διάνοιαν ἔξεστιν ἀκριβῶς θεωρεῖν S: θεόν μόνον μόνον θεὸν F) dj διάνοιαν ἀκριβῶς θεωρεῖν ceteri; θεὸν μόνον, ὃς διάνοιαν ἀκριβῶς θεωρεῖ v
<lb/>19 ὡς εἰπέ τις S
<lb/>20 ἀνατείνας εἰς οὐρανούς S (οὐρανόν scripsi): εἰς οὐρανὸν ἀνατείνας ceteri (v) φησίν· ἐπισκεψάσθω S: φησίν· ἐπισκεψάσθω δὴ CG2AG1, φησίν· ἐπιψετερι δὴ F, φησίν· épiskecqasuv δὴ, φησίν HP</note> <note xml:lang="lat" type="footnote"><lb/>20 Num. 27,16. 17.</note>  

<pb n="v.5.p.282"/>
καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς πληθύος, εἰς ἐπιμέλειαν καὶ προστασίαν
ποιμένα ὃς ἀνυπαιτίως ἀφηγήσεται, ἵνα μὴ γένηται σαθρὸν τὸ
 ἔθνος οἷα ποίμνη σπορὰς ἀγελάρχην οὐκ ἔχουσα.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="59"><p>καίτοι τίς οὐκ ἂν
κατεπλάγη τῶν τότε τῆς εὐχῆς ἀκούσας, „τί φῄς“ εἰπών „ὦ δέσποτα;
οὐκ εἰσὶ μέν σοι γνήσιοι παῖδες, οὐκ εἰσὶ δ’ ἀδελφιδοῖ; μάλιστα μὲν <lb n="5"/>
τοῖς υἱοῖς — κληρονόμοι γὰρ οὗτοι φύσει πρῶτοι — κατάλιπε τὴν
 ἀρχήν, εἰ δ’ ἀποδοκιμάζεις, τοῖς γοῦν ἀδελφιδοῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="60"><p>εἰ δὲ καὶ τούτους
ἀνεπιτηδείους ὑπείληφας τὸ ἔθνος προκρίνων τῶν συγγενεστάτων καὶ
οἰκειοτάτων, ἀλλ’ ἔστι γέ σοι φίλος ἄμεμπτος βάσανον ἀρετῆς τελείας
δεδωκώς σοι τῷ πανσόφῳ· τί δὴ τοῦτον, εἰ μὴ γένους ἀλλὰ καλοκἀγαθίας <lb n="10"/>
 ἡ αἵρεσίς ἐστιν, οὐκ ἀξιοῖς δοκιμάζειν;“</p></div></div></body></text></TEI>