<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="26"><p>νόσος δέ τις καὶ ἡ δειλία, βαρυτέρα τῶν κατὰ τὸ σῶμα, τὰς ψυχῆς δυνάμεις
<lb n="5"/> καθαιροῦσα· τῶν μὲν γὰρ βραχὺν εἶναι συμβαίνει τὸν χρόνον τῆς ἀκμῆς,
ἡ δ’ ἐστὶ κακὸν σύντροφον, μᾶλλον ἢ οὐχ ἧττον τῶν ἡνωμένων μερῶν
προσπεφυκὸς ἐκ πρώτης ἡλικίας ἄχρι πανυστάτου γήρως, εἰ μὴ τύχοι
θεὸς ἰώμενος· πάντα γὰρ θεῷ δυνατά.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="27"><p>καὶ μὴν οὐδ’ ἅπαντας τοὺς εὐτολμοτάτους καλεῖ, κἂν σφόδρα ἐρρωμένοι καθ’ ἑκάτερον σῶμα καὶ
<lb n="10"/> ψυχὴν προαγωνίζεσθαι καὶ προκινδυνεύειν ἐθέλωσιν· ἀλλὰ τῆς γνώμης
αὐτοὺς ἐπαινέσας, ὅτι κοινωνικὸν καὶ πρόθυμον καὶ ἀκατάπληκτον ἦθος
ἐπιδείκνυνται, διερευνᾷ μή τισιν ἀναγκαίαις αἰτίαις ἐνδέδενται, ὧν ὁλκὸς ἡ
 δύναμις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="28"><p>εἰ γάρ τις, φησί, νεωστὶ  δειμάμενος <milestone unit="altpage2" n="p. 380 M."/> οἰκίαν οὐκ ἔφθη εἰσοικίσασθαι ἢ ἀμπελῶνα φυτεύσας νεόφυτον, αὐτὸς εἰς γῆν τὰ κλήματα
<lb n="15"/> καθείς, μήπω τῆς ἐπικαρπίας καιρὸν ἔσχεν ἢ παρθένον ἐγγυησάμενος
<note xml:lang="mul" type="footnote"><lb/>1 ὠφέλημον S ἀνεῖρξαι S ἀτόλμους] ἀποτόμους Α
<lb/>2 τοῖς . . . νοσοῦσι V2OFGK2H2: τοὺς . . . νοσοῦντας ceteri στρατηγὸς Maug.: στρατηγοῖς V2OFGK2H2, στρατηγοὺς ceteri
<lb/>3 ὑποπαραιτουμένης Mang. (-νοις Τθρν): παραιτουμένης F, ὑπὲρ παριτουμένης VOK2, ὑπό παραιτουμένης ceteri
<lb/>4 βαρύτερον Turn. τὰς ψυχῆς] ψυχικὰς Α b τῶν] τὸν S χρόνον συμβαίνει (om. τὸν) trausp. Α ἡ] rj ἣ H1P VOF ’P δέ VOF κακῶν Α ἢ om. O 
<lb/>7 προσπεφυκὼς SF τύχη Α
<lb/>9 εὐτόλμους Α (fort. recte) ἑκάτερον] ἕτερον SG
<lb/>10 ἐθέλουσιν G, ὀφείλωσιν ΒΕΚ, ὁφείλουσιν M
<lb/>11 ἀκατάληπτον S, ἀκατάλακτον G
<lb/>12 ἀναγκαίως (sic) αἰτίαις G, ἀναγκαίαις (oni. αἰτίαις) L; ἀνάγκαις v ἐνδέδονται L (Turu.)
<lb/>13 εἰ]
<lb/>6 mg F δημάμενος S1, corr. S2 οἰκίας F ἔφθη] ἔφθασεν couicio
<lb/>14 οἰκίαν ante εἰσοικίσασθαι repet. HP (Turu.) εἰσοικίσασθαι AFKHP: εἰσοικήσασθαι ceteri κλίματα Η 
<lb/>15 καθείς] καταθεὶς Α ἐπικαρπίας AK: Καρπίας SVOFG (Mang.), καρπείας BEMHP (Turn.) παρθενείαν H</note> <note xml:lang="mul" type="footnote"><lb/>13 Deut. 20,5—7. cf. loseph. Ant. lud. IV § 298
<lb/>13 sqq. Clem. Alex. l. l. πάλιν εἰ τις, φησί, νεωστὶ δειμάμενος οἰκίαν οὐκ ἔφθη εἰσοικίσασθαι ἢ ἀμπελῶνα νεόφυτον ἐργασάμενος μηδέπω τοῦ καρποῦ μετεαηφεν ἡ παρθένον ἐγγυησάμενος οὐδέπω ἔγημεν, τούτους ἀφεῖσθαι τῆς στρατείας
<lb/>6 φιλάνθρωπος κελεύει νόμος, στρατηγικῶς μέν ὡς μὴ περισπώμενοι πρὸς τὰς ἐπιθυμίας ἀπρόθυμοι τῷ πολέμῳ ἐξυπηρετῶμεν (-ῶσιν?), ἐλεύθεροι γὰρ τὰς ὁρμὰς οἱ ἀπροφασίστως τοῖς δεινοῖς ἐπαποδυόμενοι, φιλανθρώπως δὲ ἐπειδὴ τὰ κατὰ τοὺς πολέμους ἄδηλα, ἄδικον εlναι λογισάμενος τὸν μέν μὴ ὄνασθαι τῶν αὑτοῦ πόνων, ἕτερον δὲ τὰ τῶν καμόντων ἀταλαιπώρως λαβεῖν. ἔοικεν δὲ
<lb/>6 νόμος καὶ τὴν τῆς ψυχῆς ἐμφαίνειν ἀνδρείαν δεῖν νομοθετῶν τὸν φυτεύσαντα καρποῦσθαι καὶ τὸν οἰκοδομησάμενον οἰκεῖν καὶ τὸν μνώμενον γαμεῖν, οὐ γὰρ ἀτελεῖς τἀς ἐλπίδας τοῖς ἀσκήσασι κατὰ τὸν λόγον τὸν γνωστικὸν κατασκευάζει· τελευτήσαντος γὰρ καὶ ζῶντος ἀνδρὸς ἀγαθοῦ οὐκ ἀπόλλυται ἐλπίς.</note>  

<pb n="v.5.p.274"/>
οὐκ ἔγημεν, ἀφείσθω πάσης στρατείας, φιλανθρώπως ὁμοῦ <add>καὶ στρατηγικῶς</add>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="29"><p>τὴν ἄδειαν εὑρισκόμενος, ἕνεκα δυοῖν· ἑνὸς μὲν ἵνα, ἐπειδὴ τὰ κατὰ
πολέμους ἄδηλα, μὴ τὰ τῶν πονησάντων ἀταλαιπώρως ἄλλοι λαμβάνωσι·
χαλεπὸν γὰρ ἔδοξεν εἶναι, τῶν ἰδίων τινὰ μὴ ἀπόνασθαι δυνηθῆναι, ἀλλ’
οἰκοδομεῖν μὲν ἕτερον, ἐνοικεῖν δὲ ἄλλον, καὶ φυτεύειν μέν τινα, τὸν δὲ <lb n="5"/>
μὴ φυτεύσαντα καρποῦσθαι, καὶ μνᾶσθαι μὲν ἄλλον, γαμεῖν δὲ τὸν μὴ
μνώμενον, ὡς οὐ δεῖν ἀτελεῖς τὰς ἐλπίδας κατασκευάζειν τοῖς χρηστὰ
 τὰ κατὰ τὸν βίον προσδοκήσασιν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="30"><p>ἑτέρου δὲ ἵνα μὴ σώματι στρατευόμενοι
ταῖς ψυχαῖς ὑστερίζωσιν· ἀνάγκη γὰρ αὐτῶν τὴν διάνοιαν ἐκεῖ τετάσθαι
πόθῳ τῆς ἀπολαύσεως ὧν ἀφειλκύσθησαν· ὡς γὰρ οἱ πεινῶντες ἢ διψῶντες, <lb n="10"/>
ὅταν σιτίον ἢ ποτόν που παραφανῇ, διώκουσι καὶ ἐπιτρέχουσιν ἀμεταστρεπτὶ γλιχόμενοι μεταλαβεῖν, οὕτως οἱ περὶ νομίμου γυναικὸς ἢ οἰκίας
ἢ χωρίου κτήσεως πονηθέντες καὶ ὅσον οὔπω τῇ ἐλπίδι νομίζοντες εἰς
τὸν ἑκάστου τῆς χρήσεως ἀφῖχθαι καιρόν, ὅταν ἀφαιρεθῶσι τὴν ἀπόλαυσιν, σφαδᾴζουσιν, ὡς παρόντας μὴ παρεῖναι τῷ κρείττονι μέρει, ψυχῇ, <lb n="15"/>
</p></div></div></body></text></TEI>